ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Δευτέρα 5 Ιανουαρίου 2015

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΥΣ ΔΩΔΕΚΑ ΑΓΙΟΥΣ ΑΝΑΡΓΥΡΟΥΣ.



(Κοσμᾶν καὶ Δαμιανόν, Κῦρον καὶ Ἰωάννην, Παντελεήμονα καὶ Ἐρμόλαον, Σαμψὼν καὶ Διομήδη, Μώκιον καὶ Ἀνίκητον, Θαλλέλαιον καὶ Τρύφωνα)
*********************
Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.

Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα  πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)
Τάς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, καὶ ἀναργύρων τάς νόσους ἰώμενοι, Ἀνάργυροι πανεύφημοι καὶ θεῖοι Ἰατροί, πρὸς Χριστοῦ ἐστέφθητε, Οὐρανίοις στεφάνοις, ὅθεν ἱκετεύομεν σκοτασμοὺ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες.    
Δόξα πατρί….   Ἀπολυτίκιον. Ἦχος πλ δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενίας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Καὶ νῦν  «Θεοτοκίον»
Τῇ Θεοτόκῳ μετὰ δέους ἐμφρόνως, πάντες προσδράμωμεν κραυγάζοντες πόθῳ, Ὑπεραγία Δέσποινα Πανύμνητε, ῥυσαὶ τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως καὶ κολάσεως τάχος, καὶ πάσης νόσων λύμης, Ἀγαθὴ , εὐλογημένη Μαρία Θεονυμφε.
Ψαλμὸς Ν΄ (50)
λέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα,  ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς  ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί  τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα.
Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ  ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ  ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.  

Ὠδὴ α’. Ἦχος πλ δ’. Ὑγρὰν διοδεύσας.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Πολλοῖς συνεχόμενος ἀλγεινοῖς, πρὸς ὑμᾶς ἐνθέρμως καταφεύγων ἐκδυσοπῶ, ταῖς πρὸς τὸν Θεὸν ὑμῶν πρεσβείαις, τούτων μὲ τάχος, Ἀνάργυροι ῥύσασθαι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Παθῶν καταφλέγει μου φλὸξ δεινή, Ἀνάργυροι θεῖοι,τὴν καρδίαν καὶ τὴν ψυχήν, ταχέως οὖν ταύτην ἰετεύων ταῖς ὑμετέραις δεήσεσι σβέσατε.                                                                                                                          
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Νοσῶν πλείστοις πάθεσι χαλεποῖς, πολλῶν ἐκ πταισμάτων, τῷ φαρμάκῳ τῶν δραστικῶν, ὑμῶν πρεσβειῶν πρὸς τὸν Δεσπότην, ἐκλιπαρῶ ἰαθῆναι, Ἀνάργυροι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Συνέτισον τὸν δοῦλον σοῦ, Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας, καὶ ἐκ πυλών, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτεία σου ῥυσαὶ μὲ Δέσποινα.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ ’. Οὐρανίας ἁψῖδος.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Προστασίαις ταῖς θείαις ὑμῶν, Ἀνάργυροι ῥύσασθε, ἐμὲ τὸν ἐν ζάλῃ καὶ τρικυμίαις τοῦ βίου ἐγκυματούμενον, ὑμᾶς γὰρ εὕρηκα, μετὰ Θεὸν κυβερνήτας, πρὸς λιμέναν ἄσυλον καὶ ἀχείμαστον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
κετεύω ἐν πόθῳ τὴν τῆς ψυχῆς κάκωσιν, καὶ τάς σαρκικὰς ἀσθενείας μου ἰατρεύσατε, ὑμεῖς γὰρ Πάνσεπτοι, τὸν τῶν ψυχῶν καὶ σωμάτων, ἰατρὸν τὸν Πάνσοφον ἐμιμήσασθε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Χαλεπαῖς ἀρρωστίαις καὶ τακτικοῖς πάθεσιν, ὅλῳ καθ’ ἑκάστην, Ἀνάργυροι, τηκομένῳ μοι, ταῖς πρὸς τὸν Κύριον, ὑμῶν ἐνθέρμους πρεσβείαις, φάρμακα δωρήσασθε ἀλεξίπονα.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
πὶ κλίνῃς ὀδύνης ὀδυνηρὼς κείμενος, σὲ ἐπικαλοῦμαι Παρθένε, κλῖνον τὸ οὖς σου ἐμοί, σπεῦσον τοῦ σώσαι μὲ καὶ ἐξελέσθαι ἐν τάχει, πυρὸς ὑποσμύχοντος νῦν τὴν καρδίαν μου.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ δ’. Εἰσακήκοα Κύριε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῶν παθῶν μου τὸν καύσωνα, καὶ τὸν τῆς ἀθλίας ψυχῆς μου τάραχον, ταῖς εὐχαῖς ἠμ΄΄ὧν Ἀνάργυροι, σβέσατε ἐν τάχει καὶ κατευνάσατε.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
πολαύοντες πάντοτε, τῶν ἐκ τῆς Εἰκόνας ὑμῶν, Ἀνάργυροι, χαρισμάτων ἀναμέλπομεν, τὸν ὑμᾶς δοξάσαντα ὑπεραγαθόν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
πὶ κλίνῃς μὲ κείμενον, καὶ νόσον νοσοῦντα ψυχῆς καὶ σώματος, ὢ Ἀνάργυροι ἐγείρατε, ταῖς πρὸς τὸν Σωτήραν ὑμῶν δεήσεσι.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
ῶσιν δίδου μοι, Παναγνέ, ἐπικαμπτομένη οἰκτραῖς δεήσεσι, πᾶσαν νόσον καὶ ἐπάχθειαν, ἐπιοῦσαν ἄφνω ἀναστέλλουσα.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή ε’. Φώτισον ἡμᾶς.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
μπλησον ταχὺ τὴν ψυχήν μου θείας χάριτος, τῶν Ἀναργύρων ἡ σεπτὴ Δωδεκάς, τοῦ προσιόντος τῇ σκέπῃ καὶ τῇ εἰκόνι σου.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Λύτρωσαι μὲ νῦν σαῖς πρὸς Κύριον ἐντεύξεσι, δεινῆς ἐκ νόσου καὶ πάσης θλίψεως, ὢ Δωδεκὰς Ἰατρῶν ἀξιάγαστε.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
ασαι ψυχῆς τὰ πολλὰ πάθη καὶ σώματος, ὢ Δωδεκὰς Ἰατρῶν Παμμακάριστε, τῶν μετὰ πόθου προσκυνούντων τὴν Εἰκόνα σου.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
παντα ἐχθρὸν δυσμενῶς ἐπιτιθέμενος, ἡμῖν τοῖς δούλοις σοῦ, Πανάμωμε, θείῳ σοῦ κράτει, συμπατούσα ἑξαφάνισον.
 Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ’. Τὴν δέησιν, ἐκχέω.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θανάτου καὶ συμφορῶν καὶ θλίψεων, ἀπαλλάξατε δεινῶν τε παντοίων, ὢ Ἰατροὶ ἄμισθοι τῶν νοσούντων, τὸν εὐλαβῶς πρὸς ὑμᾶς καταφεύγοντα, καὶ πάσης νόσου χαλεπῆς, ταῖς ὑμῶν ἱκεσίαις, Πανάγιοι.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
ς τεῖχος ἐν τοῖς κινδύνοις ἄρρηκτον, τὴν ὑμῶν ἐγκεκτημένοι εἰκόνα, ἐκ τῶν δεινῶν ἐκλυτρούμεθα πάντων, ἐσαεῖ λυτρωτὰς ἐπιγραφόμενοι, σωτῆράς τε μετὰ Θεόν, εὐκλεέστατοι θεῖοι Ἀνάργυροι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
ν κλίνῃ τῶν ἀνιατῶν παθῶν μου, κατακείμενος, Ἀνάργυροι θεῖοι, ἐκλιπαρῶ τῆς θερμῆς ὑμῶν σκέπης, καὶ ἀντιλήψεως μὴ μὲ στερήσητε, πρεσβεύοντες διηνεκῶς, ὅπως εὔρῳ ὑγείας ἀντίληψιν.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Φιλεύσπλαχνε, τοῦ Θεοῦ λοχεύτρια, ὢ Παρθένε Θεοτόκε Μαρία, τῇ πρὸς Θεὸν ἐκτενεῖ σοῦ πρεσβεία, τῶν δυσχερῶν μὲ ἀπάλλαξον κραζοντα, δοξάζω σὲ μόνη Ἁγνή, Παναγία Θεονυμφε Δέσποινα.
πιβλέψον, ὢ Δωδεκὰς Ἀναργύρων ἁγία, ἐπὶ τὴν ἐμὴν ψυχῆς τε καὶ σώματος κάκωσιν, καὶ ἴασιν δώρησαί μοι λιταῖς σοῦ.
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκούσα,  δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
 Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν, Κοντάκιον.
Προστάται θερμοὶ καὶ φύλακες ἄγρυπνοι, τῶν πίστει ἡμᾶς ἀνυμνούντων ὑπάρχοντες, ἐκ ψυχῆς βοῶμεν ὑμῖν, Ἀκέστορες πάνσεπτοι σπεύσατε, καὶ ἐκ κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς παρρησίαν πρὸς Κύριον ἔχοντες.
Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Καὶ εὐθὺς Τὸ Προκείμενον.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος
Στίχος*  Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη.»
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὁ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Προσχῶμεν
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων ‘ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε’ πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δέ, κηρύσσετε, λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν Οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Ταῖς τῶν Ἀναργύρων πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες Ἐλεῆμον, ἑξάληψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων

Στίχος. Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξάλειψον τὸ ἀνόμημά μου

Προσόμοιον.
Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Μεταβολὴ θλίψεως πάσης, ἀπαλλαγὴ παντοίας νόσου ὑπάρχουσα, Δωδεκὰς ἡ ἁγία Ἀναργύρων πανευκλεῶν, σῷζε πάντας ἐκ τῆς ὀλεθρίας, τοῦ ἐχθροῦ ὁρμῆς καὶ ἐπηρείας, θείαις σοῦ πρὸς Κύριον ἐντεύξεσι.
Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσο-στόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἐν ἐν Ἁγίοις Πατέρων ἡμῶν Δώδεκα Ἀναργύρων, Κοσμᾶν καὶ Δαμιανόν, Κύρον καὶ Ἰωάννην, Παντελεήμονα καὶ Ἐρμόλαον, Σαμψῶν καὶ Διομήδην, Μώκιον καὶ Ἀνίκητον, Θαλλέλαιον καὶ Τρύφωνα, ων τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς· Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ’.  Οἱ ἐκ τῆς Ἰουδαίας
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τὴν ὀξεῖάν μου νόσον, εἰς ὑγείαν, Ἅγιοι μεταποιήσατε νῦν, ψυχὴν ὅμου καὶ σῶμα, ἰώμενοι τελείως, τοῦ βοῶντος πρὸς Κύριον, ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Θελητὴν τοῦ ἐλέους, τὸν Χριστὸν κηρύξαντες, θεῖοι Ἀνάργυροι, αὐτὸν ἐκδυσωπεῖτε, λυτρώσασθαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας, ὁ ἐν Ἁγίοις θαυμαστώς, Θεὸς εὐλογητὸς εἶ.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Σωμάτων ἰατῆρας, καὶ ψυχῶν σητήρας ὑμᾶς ἐπιστάμενοι, δεόμεθα ἰᾶσθαι, καὶ σῴζειν τοὺς βοώντας, πρὸς τὸν πάντων Σωτηρὰ Χριστόν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
κ χειμῶνος τὸ ἔαρ, καὶ ἐκ ζάλης γαλήνη, Ἁγνὴ προέρχεται, ἐκ ζόφου δὲ πταισμάτων, τὸ φῶς τῆς ἀπαθείας, μετανοῖα εἰσέρχεται, οἱ ἐμπαθεῖς τοιγαροῦν θαρρῶμεν μεταγνόντες.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η’. Τὸν Βασιλέα.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τοὺς βοηθείας τῆς παρ’ ὑμῶν δεομένους, μὴ παρίδητε Ἀνάργυροι θεῖοι, ἀλλ’ ἐκ νόσου πάσης λυτρώσασθε καὶ βλάβης.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Τῶν πειρασμῶν ὑμεῖς, προσβολὰς τάς ποικίλας, ἐκδιώκετε Ἀνάργυροι πάσας, ταῖς πρὸς τὸν Δεσπότην θερμαῖς ὑμῶν πρεσβείαις.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Τῶν νοσημάτων σύ, Ἰατρεῖα ἑτοίμη, ἡ τῶν θείων ἐδείχθης Ἀναργύρων, Δωδεκὰς σοφή  τε καὶ ὄντως θαυμασία.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
να τιμῶν ἀνύμνῳ μετὰ πόθου, τὸ παμπόθητον, Μαρία, ὄνομά σου, νόσων καὶ κινδύνων ἐκλύτρωσαι μὲ τάχος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ’. Κυρίως Θεοτόκον.
Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
οήν μου τῶν δακρύων, δέξασθε ἀσμένως, καὶ ταῖς λιταῖς ὑμῶν πάντα τὸν βόρβορον, τῶν νοσημάτων μου πλύνατε, ὢ Ἀνάργυροι.

Ἅγιοι τοῦ Θεοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν
Χαρὰς τῆς αἰωνίου, πάντες σὺν Ἀγγέλοις ἐπαπολαύοντες, θεῖοι Ἀνάργυροι, χαρὰς ἀλήκτου πληροῦτε καὶ τάς καρδίας ἡμῶν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι
Λιμὴν καὶ ἰατρεῖον πέλει τῶν νοσούντων, ἡ τῶν σοφῶν Ἰατρῶν σεβασμία Εἰκών, ἡ προσιόντες ἐν πίστει νόσων λυτρούμεθα.
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμὴν
Μαρία Θεοτόκε, τῶν Πιστῶν χορείας, ἐξ ὁρατῶν ῥυομένη καὶ ἀοράτων ἐχθρῶν, σῷζε ἐκ πάσης φθορᾶς κινδύνων καὶ θλίψεων.

Καὶ εὐθὺς ψάλλομεν τό.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, τὸν οἶκον ὅπου ψάλλεται παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Πάντων τῶν νοσούντων τοὺς Ἰατρούς, πηγὰς ἰαμάτων, Ἀναργύρους τοὺς εὐκλεεῖς, δεῦετ συνδραμόντες οἱ φιλέορτοι τούτους, χρεωστικὼς ἐν ὕμνοις δοξολογήσωμεν.
νάργυροι θεῖοι, θαυματουργοί, Ἰατροὶ νοσούντων, ἰατρεύσατε τοὺς θερμώς, ἐπικαλουμένους ὑμᾶς παθῶν ποικίλων, ταῖς ὑμῶν πρεσβείαις πρὸς τὸν Φιλάνθρωπον.
Μὴ παύσητε, Ἀνάργυροι Ἰατροί, ψυχῶν καὶ σωμάτων, ἱκετεύειν ὑπὲρ ἡμῶν, τὴν σεπτὴν Τριάδα, ῥυσθῆναι ἐκ κινδύνων, καὶ πάσης ἀσθενείας, ἡμᾶς καὶ θλίψεως.
άσεων ἅπαντες τάς πηγάς, ὀχετοὺς ἀφθόνους, δωρημάτων τῶν του Θεοῦ, φωτὸς τοῦ αὐλοῦ, τὰ πάμφωτα δοχεῖα, τοὺς θείους Ἀναργύρους ἀνευφημήσωμεν.
Δεῦτε οἱ ἐν νόσοις παντοδαπαῖς, καὶ οἱ ἐν κινδύνοις, κατακείμενοι χαλεπῶς, σπεύσωμεν προθύμως, ἐν τούτῳ τῷ τεμένει τῶν θείων Ἀναργύρων, καὶ σωθησόμεθα.
Τρύφωνα, Κοσμᾶς καὶ Δμιανός, ἅμα Θαλλελαίω, καὶ τὸν Μώκιον τοὺς σοφούς, Σαμψών, Διομήδην, σὺν Κύρω, Ἰωάννῃ, καὶ τὸν Ἀνίκητόν τε, ἀνευφημήσωμεν.
Τὸν Παντελεήμονα τὸν κλεινόν, σὺν τῷ διδασκάλῳ, Ἐρμολάω τῷ θαυμαστῷ, Ἰουλιανώ τε φωστῆρας Ἐκκλησίας, καὶ τῶν πιστῶν σωτῆρας, ὕμνοις τιμήσωμεν.
ώσεως οὐκ εἶδεν ἄλλον μισθόν, ἀπαιτεῖν ἢ μόνον, τὴν εὐσέβειαν πρὸς Θεόν, ἡ ἁγιωτάτη εἶκας τῶν Ἀναργύρων, ἐν ὕμνοις οὓς τιμῶντες, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ Δωδεκάς,  οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τῷ σωθῆναι ἡμάς.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Ἀπολυτίκιο. Ἦχος πλ δ’
γιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τάς ἀσθενίας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ὁ χορός·  Ἀμήν.
Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν ἐν ἐν Ἁγίοις Πατέρων ἡμῶν Δώδεκα Ἀναργύρων, Κοσμᾶν καὶ Δαμιανόν, Κύρον καὶ Ἰωάννην, Παντελεήμονα καὶ Ἐρμόλαον, Σαμψῶν καὶ Διομήδην, Μώκιον καὶ Ἀνίκητον, Θαλλέλαιον καὶ Τρύφωνα ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν.
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε ὀρθοδόξων ἡ πληθύς, δεῦτε τῶν Πιστῶν αἱ χορείαι κατασπασώμεθα, εἰκόνα τὴν πάνσεπτον, τῶν Ἀναργύρων Χριστοῦ, Ἰατρῶν τῶν παθῶν ἡμῶν, πρὸς αὐτοὺς βοῶντες, ῥύσασθε Ἀνάργυροι, ἐκ τῶν κινδύνων ἡμᾶς, νόσων καὶ παθὼν ἀνιατῶν, ταῖς εὐχαῖς ὑμῶν πρὸς τὸν Κτίστην, τοὺς ἡμᾶς τιμῶντας, Πανσεβάσμιοι.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σοῦ, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης  καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου. 
Δι’ εὐχῶν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου