ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Πέμπτη 25 Δεκεμβρίου 2014

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΑΝΑΣΤΑΣΙΑΝ ΤΗΝ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΝ



ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΑΝΑΣΤΑΣΙΑΝ ΤΗΝ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΝ



                                                        ************************

Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
ἱερεύς·
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς τῶν νοσούντων ταχινὴ θεραπεία, καὶ πεπτωκότων ἐξανάστασις θεία, Ἀναστασία μάρτυς καλλιπάρθενε, λύτρωσαι τοὺς κάμνοντας συντριμμὼν ὀλεθρίων, ἐγεῖρον πρεσβείαις σου, ἐκ βυθοῦ ἀπωλείας, τοὺς ὁλοτρόπῳ πίστει καὶ στοργὴ τῇ ἱερᾷ σοῦ Εἰκόνι προστρέχοντας.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Τὴν ἀθλοφόρων τοῦ Χριστοῦ τὴν πανένδοξον, Ἀναστασίαν οἱ πιστοὶ ἱκετεύσωμεν, ὅπως Χριστὸς δεήσεσιν αὐτῆς τειχίσηται ἡμάς, ὅνπερ ἐπεπόθησεν ὡς νυμφίον οὐράνιον, πάντα ἀποπτύσασα πρὸς τὴν τοῦτο ἀπόλαυσιν. Κατ΄ ἀοράτων γὰρ ἐχθρῶν καὶ ὁρατῶν μεσίτης πέλει Κυρίῳ εὐπρόσδεκτος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἦχος δ, . Ὃ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι΄ εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὒκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ΄ σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ἀναγνώστης (χύμα) Ψαλμός Ν΄50ος
λέησον μὲ , ὁ Θεὸς , κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξαλεῖψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ Τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθὴς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἢ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντίεις μὲ ὑσσώπω καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ θελήσας θυσίαν, ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμένον καρδίαν συντετριμένην καὶ τεταπεινωμένη ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχει Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν κα ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα ψάλλομεν τὸν κανόνα οὗ ἡ ἀκροστιχὶς΄
«Ἐγεῖρον ἡμᾶς παθῶν Ἀναστασία.»
Ὠδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
πινεῦσον μάρτυς ὡς εὐμενής, ὑμῶν τῇ δεήσει, καὶ πρυτάνευσον δαψιλώς, τῶν σῶν δωρεῶν τάς χορηγίας, Ἀναστασία τοῖς σὲ μεγαλύνουσι.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γαλήνην ἐν βίῳ εἰλικρινεῖ, καὶ πάντων σκανδάλων, τὴν τελείαν ἀποφυγήν, ἡμᾶς ἐνδυνάμωσον παμμάκαρ, ἰχνηλατειν διὰ βίου καὶ σῴζεσθαι.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
πίχεε ἄνωθεν δαψιλὼς τὸ ἔλαιον μάρτυς, τῶν φαρμάκων τῶν μυστικῶν, καὶ ἴασαι νόσων δυσιάτων, Ἀναστασία, ἡμᾶς τοὺς ἱκέτας σου.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς
λῦος μὲ κάθαρον ἐμπαθοῦς, καὶ σῶσον μὲ Κόρη, ἐπελθούσης μοι συμφορὰς΄ μὴ οὖν καταλίπῃς μὲ Παρθένε, ἵνα μὴ γέλως τοῖς πᾶσι γενήσωμαι.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
υπτική σου πρεσβεία τὰ τῶν ψυχῶν τραύματα, καὶ τὰ τῶν σωμάτων ἄφθονον, πᾶσι χορήγησον.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
δυνῶν δυσφορήτων, ἀνιαρῶν θλίψεων, ζάλης καὶ πικρὰς ἀθυμίας, ἐκ παραπτώσεων, καὶ κοσμικῶν πειρασμῶν, Ἀναστασία θέοφρον, ἐπιστᾶσα λύτρωσαι, ἡμᾶς τοὺς ἱκέτας σου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νεκταρόβρυτον νᾶμα, ὕδωρ ζωῆς ἥδιστον, οἵα περ πηγὴ εὐσπλαχνίας, καὶ ἀγαθότητος. Ἀναστασία σεμνή, τοῖς ἐν αὐχμῷ τηκομένοις, κατωδύνων θλίψεων, ῥάνον καὶ ὄμβρησον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
λαμπὰς ἡ φωσφόρως, τῆς ὑπὲρ νοῦν λάμψεως, ἡ ἀνατολὴ ἡ γλυκεῖα, ζωῆς τοῦ σέλαος, λάμψον ἀκτῖνά μοι, τῆς ἀληθοῦς μετανοίας΄ σκότει γὰρ καλύπτομαι, πάσης φαυλότητος.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σοῦ Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρηκτον τεῖχος καὶ προστασία.
νάστησον Ἀναστασία θέοφρον τοὺς σούς ἱκέτας, ἐκ συντριμάτων καὶ χαλεπῶν περιστάσεων, καὶ σεσῳσμένους προσάγαγε τῷ Κυρίῳ.
πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος πλ. β΄. Τοῖς τῶν αἱμάτων σου.
Τοῖς τῶν θαυμάτων σου θείοις πυρσεύμασι, τῶν παθημάτων ἐλαύνεις τὴν μοίρασιν, καὶ τὴν ὑγείαν παρέχεις τοῖς χρήζουσιν, Ἀναστασία, Χριστοῦ σεμνοπάρθενε΄σῦ γὰρ τῶν νοσούντων ἰάτειρα.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε……
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Μοχθηρὸν καὶ ἐπώδηνον, ὡς ἀποσκιρτήσας τῆς θείας χάριτος, διανύω βίον ἔνδοξε, ἀλλὰ σὺ Χριστῷ μὲ ἐπανάγαγε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
λεξίκακον ἄριστον, ἡ τῆς προστασίας σου ἐπισκίασις, ἐν βιαίαις περιστάσεσιν, ὢ Ἀναστασία ἡμῖν γένοιτο.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Συμφορῶν τὸ ἐπίπονον, καὶ ἀσθενημάτων δεινῶν τὴν ἕφοδον, ἐξ ΄ἡμῶν ἀπείργεις πάντοτε; Ὢ Ἀναστασία καλλιπάρθενε.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σώσων ἡμᾶς.
γαλίασιν ἀυλόν, τῇ λελυπημένῃ ψυχή μου ὄμβρυσον, ὥσπερ δρόσον χαριτόβρυτον Κεχαριτωμένη Μητροπάρθενε.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή ε΄. Φώτισον ἡμᾶς.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Θαύμασι πολλοῖς, καὶ ἰάσεων δυνάμεσι, διαπρέπουσα ἐν κόσμῳ ἐμφανῶς, πανταχοῦ πάντας προφθάνεις τοὺς καλοῦντας σέ.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
φθης ἀρωγός, τοῖς ποικίλως κινδυνεύουσιν, ἐπιφαινομένη νοερώς, καὶ τὸν σάλον καταπαύουσα τῶν θλίψεων.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Νόσων χαλεπῶν, στεναγμῶν τε καὶ κακώσεων, καὶ ταλαιπωρίαις πειρασμῶν, Ἀναστασία ἡμᾶς λύτρωσαι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σώσων ἡμᾶς.
γνοιαν δεινήν, ἐκνοσήσας βίῳ χείρονι, συνεσχέθην καταιγίσι πειρασμῶν, ἀλλὰ τούτων, Θεοτόκε, σύ μὲ λύτρωσαι.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ΄. Τὴν δέησιν.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νενέκρωμαι, ἁμαρτίας βέλεσι, τοξευθεὶς τῇ του ἐχθροῦ συνεργρεία καὶ κατωτάτῳ ἀπέριμμαι λάκκῳ, καὶ ἐν σκιᾷ τοῦ θανάτου κατῴκησα, ἀλλ΄ ἐπιστᾶσα σὺ σεμνή, ἐκ βυθοῦ τῶν κακῶν μὲ ἀνάγαγε.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
νάρρωσιν, καὶ τελείαν λύτρωσιν, τοῖς ἐν πόνοις τρυχομένοις ἀτρύτοις, ὡς φιλοικτίρμων πρυτάνευσον Μάρτυς, καὶ θλιβομένων τὴν λύπην μετάστρεψον, Ἀναστασία μυστικώς, εἰς χαρὰν ἀληθῆ καὶ φαιδρότητα.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Σωμάτων σέ, ἰατρὸν πανάριστον, καὶ πνευμάτων ἀληθῆ θεραπείαν, ὁ τῶν ψυχῶν καὶ σωμάτων Δεσπότης, Ἀναστασία λαμπρῶς ἀπειργάσατο διὸ θεράπευσον ἡμῶν, καὶ ψυχῶν καὶ σωμάτων τοὺς μώλωπας.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῶν ῥήσεων, τοῦ σεπτοὺ θελήματος παρακούσας, ἀγνωσία ἐσχάτη ἀπεμακρύνθην Θεοῦ ὁ παντλήμων, καὶ χλευασμὸς τοῖς πλησίον μου γέγονα΄ διὸ οἰκτροῦ ὀνειδισμοῦ, Θεοτόκε μου, σύ μὲ διάσωσον.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σοῦ Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄρηκτον τεῖχος καὶ προστασία.
ναστασία θέοφρον τοὺς σούς ἱκέτας, ἐκ συντριμάτων καὶ χαλεπῶν παραπτώσεων, καὶ σεσῳσμένους προσάγαγε τῷ Κυρίῳ.
χραντε διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκούσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν. Κοντάκιον
Ἦχος πλ. β΄. Τὰ ἄνῳ ζητῶν.
Τὰ πάθη ἡμῶν, τὰ μυσαρὰ καὶ χρόνια, ῥοπὴ μυστική, Ἀναστασία ἴασαι, καὶ ζωὴν ἀκίνδυνον, διανύειν ἡμᾶς καταξίωσον, ὡς ἂν τῶν θείων ἐντολῶν, τρυγήσωμεν πάντες, τοὺς ἐνθέους καρπούς.

Καὶ εὐθὺς τὸ Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ πρόσεχέ μοι, καὶ εἱσήκουσε τῆς δεήσεώς μου..
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.

Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὃ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Προσχῶμεν
Ὃ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
(Ματθ. 10, 16-22)
Εἶπεν ὁ κύριος τῆς ἑαυτοῦ Μαθηταῖς Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς , ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραὶ .προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς, μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητέ πως ἥ τι λαλήσητε΄ δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τι λαλήσητε΄ οὐ γὰρ ὑμεῖς ἔστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν , τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θανάτων, καὶ πατὴρ τέκνων΄ καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς , καὶ θανατώσουσιν αὐτοὺς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου΄ ὁ δὲ ὑπομείνας εἰς τέλος , οὗτος σωθήσεται.
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.

Ἦχος πλ. β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου πρεσβεῖες, Ἐλεῆμον, ἐξάλειψον τὰ πλείθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβεῖες, Ἐλεῆμον, ἐξαλεῖψον τὰ πλείθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόνημά μου.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
ῶσιν ἀδαπάνητον, ψυχῶν ὅμου καὶ σωμάτων, ὡς πηγὴ ἀκένωτος, ἐπομβρία κρείττονι, ἀναβλύζουσα, τῶν παθῶν καθαρόν, καὶ τῶν νοσημάτων, τάς σπιλάδας καὶ προστρίμματα, ἐξ ἡμῶν τέλειον, ὢ Ἀναστασία πολυᾶθλε, ὑγείας ἱλαρότητα, τῆς κατ΄ ἄμφω πᾶσι παρέχουσα, καὶ τὸν σὸν νυμφίον, ἀπαύστως καθικέτευε Χριστόν, ἁμαρτημάτων συγχώρησιν δοῦναι τοῖς τιμῶσι σέ.

Ἱερεὺς
Σῶσον, Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου΄ ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς΄ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ΄ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια΄ πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας΄ δυνάμει τοῦ τιμίου καὶ ζωποιοὺ Σταυροῦ΄ προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων΄ ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου΄ τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ θεολόγου καὶ Ἰωάννου τοῦ χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας΄ Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν΄ τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τήρωνος καὶ Θεοδώρου τοῦ Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου΄ τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων΄, τῆς ἁγίας Μητρὸς ἡμῶν Θεοφανοὺς τῆς βασιλίσσης, κτίτορος τῆς Μονῆς ταύτης΄ τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν΄ τοῦ ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Θεωνά, ἀρχιεπισκόπου Θεσσαλονίκης, ἡγουμένου καὶ ἀνιδρύτου τῆς Ἱερᾶς Μονῆς τούτης, τῶν ὀσιομαρτύρων Ἰακώβου τοῦ Γέροντος, Ἰακώβου διακόνου καὶ Ἰακώβου μοναχοῦ΄ τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης΄( τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος Ἀναστασίας τῆς Φαρμακολυτρίας) καὶ πάντων τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σοῦ καὶ ἐλέησον ἡμᾶς.
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
λέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ Μονογενοῦς σοῦ Υἱοῦ, μεθ΄ οὐ εὐλογητὸς εἰ , σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορός.
Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
λυτον βίον εἰρηναῖον, ἐν σεμνότητι καὶ πάσῃ εὐσεβείᾳ, διανύειν ἡμᾶς, ἐνίσχυσον λιταῖς σοῦ, Ἀναστασία ἔνδοξε, ἰαμάτων ἡ πλυμμύρα.

Ἁγία τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ καταπαῦσον τὸν πόνον τῆς ψυχῆς μου, καὶ χαρὰν ἀληθῆ καὶ θείαν εὐφροσύνην, Ἀναστασία δώρησαι, τῷ δεινῶς κεκακωμένω.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
δε εὐσπλάγχω ὄμματί σου, τὴν ταπείνωσιν ἡμῶν Μεγαλομάρτυς, καὶ μεγάλων κακῶν, ἡμῖν ἐπερχομένων, τὴν ῥύμην ἀναχαίτισον, τῇ μεγίστῃ σου πρεσβείᾳ.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
κουσον Κόρη τῆς φωνῆς μου, ἐνωτίσθητι μυχίους στεναγμούς μου, καὶ μελλούσης ὀργῆς, καὶ φανερὰς αἰσχύνης, ὡς οἶδᾳς μὲ ἀπάλλαξον, τὸν δεινῶς συντετριμένον.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἁγία τοῦ Θεοῦ, πρεσβεῦε ὑπὲρ ἡμῶν.
Γεωργία τῆς σῆς ἐπιστασίας, παθημάτων δεινῶν, ἀμάσπασον τάς ῥίζας, ἐκ τῶν ψυχῶν ἡμῶν θεομακάριστε, καὶ τῆς ἀφθαρσίας, ἐμφύτευσον ἐν ταύταις, τάς θείας ἀναδόσεις.
Ἁγία τοῦ Θεοῦ, πρεσβεῦε ὑπὲρ ἡμῶν.
φορῶσα ἡμᾶς μὴ διαλίπῃς, τοὺς τὴν σὴν ἀρωγήν, νῦν ἐπιβοωμένους, Ἀναστασία Μάρτυς καλλιπάρθενε, ὅπως λυτρωθῶμεν πάσης ἐπηρείας, ἐχθροῦ, τοῦ παλαμναίου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
έει ἄφθονον χάριν ἰαμάτων, ἡ πανσεβαστός, καὶ ἱερὰ Εἰκών σου, καὶ νοσημάτων σβέννυσι τοὺς ἄνθρακας, καὶ τοὺς φλεγομένους θλίψεσιν ἀτρύτοις, ἐνθέως ἀναψύχει.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
πὸ πάσης ὀργῆς θανατηφόρου καὶ βουλῆς πονηράς, τοῦ ἀρχηγοῦ τοῦ σκότους, εὐλογημένη σῶσον μὲ Πανάμωμε, καὶ τῆς ἐνεστώσης ῥυσαὶ μὲ ἀνάγκης, τῇ σὴ ἐπιστασία.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ΄. Κυρίως Θεοτόκιον.
Ἁγία τοῦ Θεοῦ, πρεσβεῦε ὑπὲρ ἡμῶν.
Σωμάτων σηπεδόνας, καὶ ψυχῶν τάς νόσους, τῇ μυστικῇ χειρουργεία θεράπευσον, Ἀναστασία Θέοφρον, τῶν προσιόντων σοι.
Ἁγία τοῦ Θεοῦ, πρεσβεῦε ὑπὲρ ἡμῶν.
λλεώσαι σοῖς δούλοις, τῇ σὴ μεσιτεία, τὸν ἀγαθὸν καὶ εὐίλατον Κύριον, ὡς ἂν τῆς τοῦτο τρυφήσωμεν ἀγαθότητος.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
λοσωμων τὸ τραῦμα, κέκτημαι τάλας, ἀλλ΄ ἐπιστᾶσα σὺ Μάρτυς μὲ ἴασαι, καὶ πρὸς ὁδὸν μετανοίας, ἤδη μὲ ἴθυνον.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ψίστου ὤφθης, θρόνος, Κεχαριτωμένη, διὸ κἀμὲ ἐκ τῶν κάτω ἀνύψωσον, πρὸς ἀληθεῖς ἀναβάσεις ζωῆς τῆς κρείτονος.

Καὶ εὐθὺς τὸ Προκείμενον
ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγων τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, τὸν οἶκον ὅπου ψάλλεται παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, καὶ καθαρωτέραν, λαμπηδόνων ἡλιακῶν, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας, τὴν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
πὸ τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τὸ σῶμα, ἀσθενεῖ μου καὶ ἡ ψυχή. Πρὸς σὲ καταφεύγω, τὴν κεχαριτωμένην΄ ἐλπὶς ἀπηλπισμένων, σύ μοι βοήθησον.
Δέσποινα καὶ μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἵνα μεσιτεύσης, πρὸς τὸν ἐκ σοῦ τεχθέντα. Ὢ Δέσποινα τοῦ κόσμου, γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοι τὴν ᾠδήν, νῦν τῇ πανυμνήτω, Θεοτόκῳ χαρμονικώς, μετὰ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτηρῆσαι ἡμᾶς.
λαλα τὰ χείλη τῶν ἀσεβῶν, τῶν μὴ προσκηνούντων, τὴν εἰκόνα σου τὴν σεπτήν, τὴν ἱστορηθείσαν, ὑπὸ τοῦ Ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τὴν Ὁδηγήτριαν.
Γοργοϋπηκόου τὴν θαυμαστὴν καὶ σεπτὴν εἰκόνα προσκηνήσωμεν, ἀδελφοὶ θαύματα τελοῦσαν καὶ βρύουσαν ἰάσεις καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα.
χοντες εἰκόνα σου τὴν σεπτήν, ἀνύμφευτε Κόρη, ὡς προπύργιον ὀχυρόν, προσφεύγομεν ταύτῃ καιρῷ τῷ τῶν κινδύνων καὶ ἐπηρείας πάσης ἀπολυτρούμεθα.
Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστη χρεία βοηθείας, Κόρη, της` λύτρωσαι οὖν πάσης ἀνάγκης καὶ κινδύνου καὶ χεῖρα βοηθείας τάχιστα ὄρεξον.
χει μέν, Παρθένε, ὁ οὐρανὸς σῶμα καὶ ψυχήν σου ἑξαστράπτοντα φαεινώς, ἔχει δὲ μορφήν σου μονὴ Δοχειαρίου τὴν ἐπικαλουμένην Γοργοϋπήκοον.
ρον σοῦ τὰ ὄματα, Μαριάμ, καὶ ἰδὲ εὐσπλάγχνως τοὺς εἰκόνι σου τῇ σεπτὴ παρεστῶτας, Κόρη, καὶ σὲ παρακαλοῦντας, καὶ πλήρωσον αἰτήσεις τούτων, πανύμνητε.
δοιμι, Παρθένε, ψυχορραγῶν, ἐν καιρῷ θανάτου, τὴν εἰκόνα σου τὴν σεπτήν, παραμυθουμένην, καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων, ἀποδιώκουσαν.
Τέτρωμαι τῷ πόθῳ σου, Μαριάμ, φλέγει μὲ ὁ ἔρως, καθορᾶν σοῦ τῆς ἱερᾶς, εἰκόνος, Παρθένε, τὸ κάλλος καὶ τὴν δόξαν, καὶ κόρον οὐ λαμβάνω, τοῦ μεγαλύνειν σέ.
Τὶ ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοι σοῦ, Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη, εἰκόνα σου τὴν θείαν, πλοῦτον οὐράνιον;
Μεγαλυνάρια τῆς Ἁγίας
Παρθενομαρτύρων τὴν καλλονήν, καὶ τῶν ἰαμάτων, τὸν ἀκένωτον θησαυρόν, τὴν νύμφην Κυρίου τὸ σκεῦος τῶν χαρίτων, σεμνὴ Ἀναστασία, ὑμνολογοῦμεν σέ.
Χαίροις παρθενίας εὐπνεοὺς λειμών, ὁ τὰ ἄνθη φέρων, τῆς ἀθλήσεως τὰ τερπνά, ὧν τῇ εὐωδίᾳ, σεμνῇ Ἀναστασία, ἡμῶν τάς διανοίας, εὐφραίνεις πάντοτε.
Χαίρουσα ἠγώνισαι ἀνδρικώς, ὑπὲρ τῆς ἀγάπης, τοῦ τεθέντος ἐν τῷ Σταυρῷ΄ ὅθεν τῆς εὐκλείας, αὐτοῦ ἐπιτυχοῦσα, ἡμᾶς, Ἀναστασία, ἀεὶ περίεπε.
Χαίροις τῶν θαυμάτων ἢ λαμπηδών, ἢ τῆς εὐσπλαχνίας, διαυγάζουσα τάς αὐγάς, καὶ τῶν παθημάτων, διωκαουσα τὸ σκότος, κλυτὴ Ἀναστασία, πιστῶν βοήθεια.
Χάριτος ἐνθέου τάς παροχάς, δαψιλὼς παρίζου, τοῖς αἰτοῦσιν ὁλοσχερῶς, τὴν σὴν προστασίαν, σεμνὴ Ἀναστασία, καὶ θλιβερῶν παντοίων, ἡμᾶς διάσῳζε.
γειρoν ἐκ λάκκου ἁμαρτιῶν, τὴν ψυχήν μου Μάρτυς, ὀλισθήσασαν χαλεπῶς, καὶ πρὸς μετανοίας, ὁδήγησον μὲ ἀτριβοῦς, Ἀναστασία Μάρτυς, τὸν εὐφημούντα σέ.
Δεῦτε εὐφημήσουμεν οἱ πιστοί, τὴν Ἀναστασίαν, τὴν ὡραίαν καὶ θαυμαστήν, τοῦ Χριστοῦ τὴν νύμφην, καὶ μάρτυρα Κυρίου, τῷ τῆς ἀγνοίας κάλλει θαυμαστωθείημεν.
Τὴν Φαρμακολύτριαν τῶν πιστῶν, καὶ πεποικιλμένην διαχρυσῷ ἱματισμῷ τῷ τῆς παρθενίας καὶ τῷ τῶν μαρτυρίων, Ἀναστασίαν πάντες ὕμνοις γεραίρομεν.
Δεῦτε εὐφημήσωμεν, ἀδελφοί, τὸν κοινὸν πατέρα, ἱεράρχην τε τοῦ Χριστοῦ, Θεωνὰν τὸν πάνυ καὶ τῆς Μονῆς προστάτην, τὸν ὄντως θεοφόρων καὶ ἀξιάγαστον.
Τὴν σεπτήν σου κάραν, οἱ εὐσεβεῖς, οἱ εὐσεβεῖς, πόθῳ προσκυνοῦμεν, ἐν τῇ ὁμωνύμῳ τῄδε Μονῇ, καὶ ἰάσεις πάντες, λαμβάνομεν πλουσίως, σεμνὴ Ἀναστασία, ὅθεν ὑμνοῦμεν σέ.
Θησαυρὸν ἀτίμητον καὶ πηγήν, ἰαμάτων ἔχει, ὢ Ἀναστασία, ἡ σὴ Μονή, δεξιὸν σοῦ πόδα, δι΄ οὗ πάσας προφθάνεις τάς νόσους καὶ διώκεις, τῶν εὐφημούντων σέ.
Μοναζόντων ὧδε πᾶσα πληθύς, σὺν τῷ ἡγουμένῳ εὐσεβάστως σὲ ἀνυμνεῖ, κλεινὴ Ἀναστασία, καὶ πόθῳ σὲ γεραίρει, τὴν ἔφορον καὶ φύλακα τοῦ σεμνείου σου.
Μονή σου αὔτη ἡ εὐκλεής, ἁγίων κατέστη οἰκητήριον φωτεινόν, Θεοφανοὺς τῆς πάνυ, ἀνάσσης βασιλίδος, καὶ Θεωνὰ ὁσίου καὶ ἀρχιποίμενος.
Πάντας τοὺς προστρέχοντας ἐπὶ σέ, ἐν τῷδε τῷ Ὅρει καὶ Μονή σου τῇ εὐκλεεῖ, χορήγησον τούτοις, σεμνὴ Ἀναστασία, ἰάσεων τὴν Χάριν καὶ ῥῶσιν ἀπτωτον.
Εἶτα
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰ τὸ σωθῆναι ἡμάς.

Ὁ Ἀναγνώστης
ΑΜΗΝ.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
τι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος δ΄. Ὃ ὑψωθεὶς ἐν τῷ Σταυρῷ..
Τὴν ἀθληφόρον τοῦ Χριστοῦ τὴν πανένδοξον, Ἀναστασία οἱ πιστοὶ ἱκετεύσωμεν, ὅπως Χριστὸς δεήσεσιν αὐτῆς τειχίσηται ἡμάς, ὅνπερ ἐπεπόθησεν ὡς Νυμφίον οὐράνιον, πάντα ἀποπτύσασα πρὸς τὴν τούτου ἀπόλαυσιν. Κατ΄ ἀοράτων γὰρ ἐχθρῶν καὶ ὁρατῶν , μεσῖτις πέλει Κυρίῳ εὐπρόσδεκτος.

Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
λεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Καὶ ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῆς Ὁσίας Μητρός ἡμῶν Ἀναστασίας τῆς Φαρμακολυτρίας, ᾗς καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Τῶν πιστῶν ἀσπαζομένων τήν  εἰκόνα ψάλλομεν
Τὸ ἑπόμενον τροπάριον
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μάρτυς τοῦ Χριστοῦ πανευκλεής, σκέπη τῶν πιστῶν καὶ προστάτις, Ἀναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τοὺς θερμώς σοι προστρέχοντος, πᾶσαν εὐλογίαν, θείας ἀγαθότητος ἐξαιτουμένη αὐτοῖς, ὅπως ἐν σεμνῇ πολιτείᾳ καὶ εἰρηνικὴ καταστάσει, τὸν σὲ μεγαλύνοντα δοξάζωμεν.
Διεὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου