ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Πέμπτη 25 Δεκεμβρίου 2014

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΑΝΘΙΜΟΥ ΚΕΦΑΛΛΗΝΙΑΣ ΟΥ Η ΜΝΗΜΗ ΤΙΜΑΤΑΙ ΤΗΝ 4η ΣΕΠΤΕΜΒΡΙΟΥ



Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142) 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν μὲ τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ´. Ὁ ὑψωθείς.
νακαθάρας τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστος ἔδραμες, ἀπτοήτῳ σοῦ ζήλῳ, ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, ὁ τοῦ Κυρίου, θεράπων ἀόμματος.
Δόξα. Τὸ αὐτό.
νακαθάρας τῆς ψυχῆς σου τὰς κόρας, τοῦ θείου Πνεύματος φωτὶ ἀπροσίτῳ, τῶν Μοναζόντων ἤνυσας, τὴν τρῖβον καλῶς, νήσους πλεῖστος ἔδραμες, ἀπτοήτῳ σοῦ ζήλῳ, ὑποδούλοις Ἕλλησιν τοῦ Κυρίου τὸν λόγον λαμπρῶς κηρύξαι Ἄνθιμε σοφέ, τοῦ Κυρίου, θεράπων ἀόμματος.

Καὶ νῦν.
Οὑ σιωπήσομεν ποτὲ Θεοτόκε...
Ὁ Ν´. Ψαλμός.
λέησόν με, Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ.  Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών. Ὀὗ ἡ ἀκροστιχίς: Κήρυκα ἀόμματον Ἀνθιμον ᾄδω. Ἰσιδώρας.
Ἦχος πλ. δ´. Ὠδὴ α´. Ὑγρὰν διοδεύσας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κηρύκων τὸ κλέος πάντες πιστοί, ὁσίων κρηπῖδα, Μοναζόντων ὑφηγητήν, τυφλὸν ὑπηρέτην τοῦ Κυρίου· τὸν θεοφόρον τιμήσωμεν Ἄνθιμον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λίου ἀδύτου τὴν χρυσαυγῆ, ἀκτῖνα τὸν κόσμον καταυγάσασαν νοητῶς, τῷ φέγγει κηρύγματος τοῦ θείου, τὸν ἰσαπό-στολον μέλψωμεν Ἄνθιμον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ημάτων ἐνθέων σοῦ ταῖς πλοκαῖς, καὶ ἔργοις ἀρίστοις ταπεινώσει τε ἀψευδεῖ, ἐζώγρησας πάντας εἰς τὸν φόβον, τὸν τοῦ Κυρίου θεόπνευστε Ἄνθιμε.
Θεοτοκίον.
ψίστου καθέδρα περιφανής, παλάτιον δόξης καὶ πορφύρα βασιλική, ὑπάρχεις Θεόνυμφε Παρθένε, ὡς τὸν Θεὸν ἐν γαστρί σου χωρήσασα.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Κεφαλλήνων ἡ νῆσος, ἐν σοι σκιρτᾷ Ἄνθιμε, καὶ τοῦ Ληξουρίου ἡ πόλις, συνεπαγάλλεται, ὅτι ἐκ γῆς ἱερᾶς, τούτων ὡς ἄνθος προῆλθες, καὶ τὴν κτίσιν ἅπασαν, κατευωδίασας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
γρυπνίαις νηστείαις καὶ προσευχαῖς Ἄνθιμε, φρόνημα σαρκός σου γεῶδες, σὺ ἀπενέκρωσσς, διὸ ζωῆς ἀληθοῦς, ἐν οὐρανοῖς ἀπολαύεις, τοῖς Ἀγγέλων τάγμασιν, συναυλιζόμενος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
πλανὴς Μοναζόντων, χειραγωγὸς γέγονας, Ἄνθιμε Μονὰς ἀνεγείρας, Θεοῦ εἰς αἴνεσιν, καὶ τὰς σεπτὰς ἐντολάς, ἐν ἐπιγνώσει τηρήσας, ὡς Μωσῆς τὸ πρόσωπον, Χριστοῦ τεθέασαι.
Θεοτοκίον.
Oὑρανὼν πλατυτέρα, τῶν Χερουβεὶμ Πάναγνε, καὶ τῶν Σεραφεὶμ ὑπέρτερα, ὑπάρχεις Δέσποινα, ὅτι ἐν μήτρᾳ τῇ σῇ, ὁ Ποιητὴς τῶν ἁπάντων, Ὃν ὑμνούσιν Ἄγγελοι, σάρκα προσείληφεν.
Καταύγασον, ἡμῶν τὰς κόρας πρεσβείαις σου ἀκοιμήτοις, ὁ τυφλώττουσιν ὀφθαλμοῖς τοῦ σώματος Ἄνθιμε, τὸ ἄδυτον φέγγος ἰδὼν τοῦ Κτίστου.
πιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Δεσπότου Χριστοῦ, τὸ κάλλος ἐφιέμενος, ὀπίσω Αὐτοῦ, ὡς ἔλαφος διέδραμες, καὶ πηγὴν τοῦ ὕδατος,ἀλλομένου ἔπιες Ἄνθιμε, εἰς αἰωνίου νάματα ζωῆς, ἀῤῥήτως δροσίζων τοὺς τιμῶντάς σε.

Ὠδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μετὰ πόθου προσέδραμες, τῷ Ἁγιωνύμῳ Ὅρει τοῦ Ἄθωνος, ἔνθα Ἄνθιμε ἐνδέδυσαι, τῶν Ἀγγέλων σχῆμα ἀγαλλόμενος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μετανοίας τὸ κήρυγμα, ὑποδούλοις Ἕλλησι θεῖε Ἄνθιμε, Ἀποστόλων ὡς ὁμότροπος, ἀκαμάτῳ ζήλῳ σου διέσπειρας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
διστάκτῳ καρδίᾳ σου, τὸν Θεὸν τῶν ὅλων Ἄνθιμε ἔστερξας, καὶ εἰς Τόπους οὓς ἐβάδισε, προσκυνῆσαι τούτους Πάτερ ἔδραμες.
Θεοτοκίον.
Τὴν Παρθένον ὑμνήσωμεν, τὴν μετὰ τὸν Τόκον μείνασαν ἄφθορον, καὶ συμφώνως ταύτῃ εἴπωμεν, τὸ Ἀγγέλου χαῖρε εὐφραινόμενοι.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ ε´. Φώτισον ἡμᾶς.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ρμον γαληνόν, καὶ ἀκύμαντον σὲ ἐγνωκαν, τοῦ Αἰγαίου νῆσοι Ἄνθιμε σοφέ, ὅτι εἰρήνης, πολιτείαν ταύταις ἔδειξας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νύκτωρ τὴν Ἁγνήν, καὶ Παρθένον Κόρην ἔβλεψας, ἐν ὀνείρατι προτρέπουσαν καλῶς, καθυπομένειν τῶν ὀμμάτων θεῖε Ἄνθιμε τὴν στέρησιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λλον Ἠλιοῦ, θεῖε Ἄνθιμε σὲ ἔγνωμεν, τῇ αὐχμώσῃ γῇ διδόντα ὑετόν, καιρῷ τοῦ θέρους, εὐπροσδέκτοις ἱκεσίαις σου.
Θεοτοκίον.
Νέον ἀπὸ σοῦ, ὡς παιδίον παντέλειος, καὶ προάναρχος σεσάρκωται Θεός, Παρθενομῆτορ καὶ καινίζει τὸ ἀνθρώπινον.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ στ´. Τὴν δέησιν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Θαυμάτων σύ, αὐτουργὸς γεγένησαι, παραδόξως θεῖε Ἄνθιμε πάλαι, ὅτι φρικτόν, ἐναπέκτεινας ὄφιν, τὸν ἀπειλοῦντα δεινῶς Ἀστυπάλαιαν, τὴν νῆσον ἥτις σὲ τιμᾷ, προσκυνοῦσα λειψάνων τὴν θήκην σου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δρῶσί σου, τοῖς τιμίοις Ἄνθιμε, ἀνεστήλωσας Μονὴν τῶν Λεπέδων· Παρασκευῆς, Ἀθληφόρου τὴν βάρει, κατακαμφθεῖσαν σεισμοῦ καὶ εἰσήγαγες, χορὸν παρθένων ἐν αὐτῇ, γεγονὼς ὁδηγὸς τούτων ἄριστος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μυστήριον, θαυμαστὸν τετέλεσται, θεῖε Ἄνθιμε εὐχῇ σου παννύχῳ, ἄνευ χειρός, μορφὴ τῆς Πανάγνου, Πορταϊτίσσης τῷ ξύλῳ τετύπωται, ἐν Ἀθωνι ἥν σῇ χειρί, ἐναπέθου Μονῇ Ἀστυπάλαιας.
Θεοτοκίον.
Οἰνόφωτον, τοῦ Δεσπότου σκήνωμα, ἀνεδείχθης Θεοτόκε Παρθένε καὶ γὰρ ἐν σοί, τοῦ Πατρὸς εὐδοκίᾳ, ἀνερμηνεύτως ὁ ἄδυτος Ἥλιος, σεσάρκωται καὶ τοὺς βροτούς, ἐκ κευθμώνων τοῦ Ἃδου ἀνήγαγε.

χραντε, ἡ διὸ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκούσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Οὑρανίων μυσταγωγιῶν τὸν ἐκφάντορα, θεοσδότων ἐπαγγελιῶν τὸν διδάσκαλον, Μοναζόντων ὑπογραμμὸν καὶ στῦλον ἀκραιφνῆ, Χριστοῦ σάλπιγγα βροντοειδῆ, τὴν διηχήσασαν τρανῶς Βασιλείαν αἰώνιον. Ἀνθιμον θεηγόρον ἀόμματον εὐφημοῦμεν, τὸν διαβλέποντα ἀεί, τοῦ Κυρίου τὴν λαμπρότητα.

Εἶτα τὸ Α´. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ´ ἦχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος: Τὶ ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
μμα τῆς καρδίας σου, ἀνακαθαρὰς ἐμφρόνως, σαρκικῶν ὑπέμεινας, τῶν ὀμμάτων στέρησιν χαίρων Ἄνθιμε, καὶ Χριστῷ ἔδραμες, τοῦ Φωτὸς Δοτῆρι, τοῦ δουλεύειν εὐπειθέστατα, Μονὰς ἐγείρας δέ, δόξαν τοῦ Θεοῦ κατελάμπρυνας τῷ βίῳ σου γενόμενος, στῦλος ὁδηγῶν πρὸς ἀπάθειαν, ὥσπερ ἐν ἐρήμῳ, τὸ πάλαι ὁ θεόπτης Μωυσῆς, μεθ᾿ οὗ ἀπαύστως δυσώπησον, εὑρεῖν ἡμᾶς ἔλεος.

Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀνθίμου τοῦ ἐν  Κεφαλληνία, ου τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς·
Κύριε, ἐλέησον  (ιβ´).

Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθοὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.

Ὠδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Νῆσος Κρήτη καυχᾶται, καὶ σκιρτὰ ἀνυμνοῦσά σε μάκαρ Ἄνθιμε, ἐν ταύτῃ γὰρ διδάξας, εἰρήνην τὴν βαθεῖαν, φλογοφόρῳ σου στόματι, πλήθει θαυμάτων πολλῶν, ἐσφράγισας τὸν λόγον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
καταίσχυντον ὅπλον, τὸν Σταυρὸν τοῦ Κυρίου κατέχων Ἄνθιμε, ῥαβδίον δὲ τὴν πίστιν, κομβοσχοίνιον ἅμα, βακτηρίαν ὡς ἄσειστον, ὅθεν διέβης καλῶς, κηρύγματος τὴν τρῖβον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Δυνατὸν ἐν ἰσχύϊ, τὸν Θεὸν ἀγαπήσας ἀδόλως Ἄνθιμε, χαρίσμασιν μεγάλοις, σὲ ἔστεψε πλουσίως, τοῦ προλέγειν τὰ μέλλοντα, καὶ ὀφθαλμοῖς σου κλειστοῖς, ὁρᾶν τὰ τελεσθέντα.
Θεοτοκίον.
ς πυρίμορφον θρόνον, ὁ προφήτης σὲ ἔφη, Παρθένε Ἄχραντε, πατρὸς γὰρ εὐδοκίᾳ, Υἱὸς ἐν σοι ἐπέστη, ἐπελεύσει τοῦ Πνεύματος, καὶ εἰς τὸν θρόνον ἡμᾶς, ἀνήγαγε τῆς δόξης.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η´. Τὸν Βασιλέα.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
λαρωτάτῃ καὶ καθαρᾶ σου καρδίᾳ, τὸν Θεὸν θεῖε Ἄνθιμε ᾄδων, γέγονας Ἀγγέλων, συνόμιλος ἐν βίῳ.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Σαγήνῃ λόγων, τῶν σῶν ἰχθύας ζωγρήσας, λογικοὺς ἐκ κινδύνου ἐῤῥύσω, κλύδωνος καὶ ζάλης, Ἄνθιμε τοῦ βίου.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δρύσας μάκαρ, πλείστας Μονὰς εἰς Κυρίου, τοῦ Θεοῦ σου Ἄνθιμε δόξαν, νῦν ἀντεδοξάσθης ἀξίως εἰς αἰῶνας.
Θεοτοκίον.
Δέσποινα Κόρη, ἐν γαστρί σου ἀφράστως, Εἰρηνάρχην Θεὸν συλλαβοῦσα, χάρισαι εἰρήνην τὴν ἄνωθεν λιταῖς σου.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ´. Κυρίως Θεοτόκον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ς λύχνον φαεσφόρον, λάμποντα ἀῤῥή-τως, τοῦ ἀπροσίτου ἀκτῖσι καὶ θείου φωτός, οἱ ἐν τῷ σκότει δουλείας, Ἄνθιμε ἔγνωκαν.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
ημάτων σου τῇ δρόσῳ, ἔπαυσας δουλείας, τῆς πικροτάτης τὸ καῦμα, μηνύσας λαῷ, πίστεως ἔαρ εὐῶδες, πάντερπνε Ἄνθιμε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
νύστακτον τὸ ὄμμα, ἔχων τῆς ψυχῆς σου, σὺν ταῖς φρονίμοις Παρθένοις, εἰσῆλθες Χριστοῦ, εἰς τὸν νυμφῶνα τῆς δόξης, Ἄνθιμε πάντιμε.
Θεοτοκίον.
Στολὴν ἐκ σῶν αἱμάτων, Πάναγνε Παρθένε, ὁ Βασιλεὺς τῶν ἁπάντων, φορέσας Χριστός, βασιλικὴν ἁλουργίδα, Ἀδὰμ ἐνέδυσεν.

Kαί εὐθύς το*
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια.
Ὥν ἡ ἀκροστιχίς: Χαίροις Πάτερ Θεόφωτε.
Χαίροις Ληξουρίου θεῖος βλαστός, χαίροις Κεφαλλήνων ὁ ἐξαίρετος θησαυρός, χαίροις τοῦ Αἰγαίου ὁ μέγας θεοκήρυξ, Πατέρων ἡ ἀκρότης, πάμφωτε Ἄνθιμε.
θωνι τῷ ὅρει ὥσπερ δορκάς, ἔδραμες καὶ σχῆμα ἐνεδύθης Ἀγγελικόν, δίψαν δὲ ψυχῆς σου ὢ Ἄνθιμε κορέσας, πολλοῖς εὐηγγελίσω λόγον ζωὴ ἄδυτον.
στασο ἐνώπιον τοῦ Θεοῦ, εὐχαῖς ὁλονύκτοις καὶ δεήσεσι τὴν Αὐτοῦ, κάμπτων εὐσπλαγχνίαν, καὶ ᾄδων σὺν Ἀγγέλοις, ὢ Ἄνθιμε τὴν θείαν μεγαλειότητα.
άβδον σου ἐκράτεις ὡς ὁδηγόν, κομβοσχοίνιόν σου ὡσεὶ σύμμαχον κραταιόν, καὶ Σταυρόν σου φέρων, τυφλῶν ὡς βακτηρίαν, διὸ τὸ φῶς τὸ μέγα, ἔφανας Ἄνθιμε.
φιν τὸν τὴν Εὖαν ἐκ τῆς Ἐδέμ, πάλαι ἐκβαλόντα θεῖε Ἄνθιμε σαῖς εὐχαῖς, ἐν Ἀστυπαλαίᾳ ἀπέκτεινας τῇ νήςῳ· πολλοὺς προτρέψας οὕτω, Θεοῦ εἰς αἴνεσιν.
στίῳ τοῦ ζήλου τοῦ θεϊκοῦ, ἔπλευσας τὰς νήσους τοῦ Αἰγαίου ἵνα Χριστόν, Ἄνθιμε κηρύξῃς, ἀχείμαστον λιμένα καὶ ἄγκυραν ἐλπίδος τοῖς θαλαττεύουσιν.
Σκεῦος χαρισμάτων τοῦ Παντουργοῦ, Πνεύματος ὑπάρχων ἀποπνέεις πᾶσι πιστοῖς, Ἄνθιμε τὴν χάριν, ἀῤῥήτων μεγαλείων, καὶ νέμεις τὴν εἰρήνην τοῖς σὲ γεραίρουσιν.
Πήρωσιν πηλίνων σοῦ ὀφθαλμῶν, ἀπροσκόπτως φέρειν σὲ προέτρεψεν ἡ Ἁγνή, Θεοτόκος Κόρη ὀνείρατι φανεῖσα, θαῤῥύνασα σε θείως, μέγιστε Ἄνθιμε.
στρον ἀνατέταλκας φαεινόν, Ἄνθιμε ἐν σκότει τῆς δουλείας τῆς ζοφερᾶς, καὶ τὴν γῆν αὐγάσας τῆς πίστεως ἀκτῖσιν, Χριστὸν διαναγγέλεις ἄδυτον Ἥλιον.
Τῆς Πορταϊτίσσης θεία εἰκών, ἐν Ἁγίῳ Ὅρει τῇ παννύχῳ σου προσευχή, ἀχειροποιήτως τῷ ξύλῳ ἐτυπώθη, ἥν ἐν Ἀστυπαλαίᾳ Ἄνθιμε ἔφερες.
ρεισμα καὶ βάθρον σὲ ὀχυρόν, ἔχει τῶν Λεπέδων Ἀθληφόρου Παρασκευῆς, ἡ Μονὴ ἡ θεία, ἥν κόποις ἐδομήσω, σεισμῷ καταστρα-φεῖσαν κράτιστε Ἄνθιμε.
αίνουσιν ὡς ἄνθη θείας ᾠδάς, τῇ σεπτῇ σου μνήμῃ Κεφαλλήνων αἱ πατριαί, τῆς Ἀστυπαλαίας, καὶ Κρήτης ἐκλογάδες, ὁμήγυρίς τε πᾶσα Αἰγαίου Ἄνθιμε.
Θαύματα ὢ Ἄνθιμε φοβερά, ἐτέλεις τὸ βλέπειν παρεχόμενος τῇ τυφλή, τῆς ἀτέκνου μήτραν Εὐχῇ σου εὐλόγησας, πηγάσας τε παντοίων παθῶν ἰάματα.
παυσας πελάγους τὴν ταραχήν, εὐπαῤῥησιάστοις, μάκαρ Ἄνθιμε προσ-ευχαῖς, πρὸς τὸν ἐν δυνάμει ἰσχύοντα τὰ πάντα· καὶ κύμασι θαλάσσης περιπατήσαντα.
μβρους τῇ αὐχμώσῃ πάλαι ξηρᾷ, ἔπεμψας πλουσίως ὥσπερ πάλαι ὁ Ἠλίου, ὁ κλεινὸς Θεσβίτης, καὶ δρόσον οὐρανίαν, ψυχαῖς τῶν σὲ τιμώντων βραβεύεις Ἄνθιμε.
Φλόγες ὡσεὶ πύριναι ἐν καιρῷ, τοῦ κηρύγματός σου ἐξερχόμενοι θαυμαστῶς, ἐκ τοῦ στόματός σου, ὢ Ἄνθιμε τῷ πλήθει, πιστῶν διεβεβαίουν σὴν ἁγιότητα.
σπερ δρόσον θείαν ἐξ Ἀερμών, ἔσταξαν οἱ λόγοι σωτηρίων σου διδαχῶν, ταῖς τῶν ὑποδούλων, ψυχαῖς παραμυθίαν, διδοῦσαι οὐρανίαν θεόφρον Ἄνθιμε.
Τελευτήν σου πόῤῥωθεν προϊδών, ἐκ Πελοποννήσου εἰς Μονήν σου τὴν ἱεράν, τῶν Λεπέδων φθάσας, ψυχήν σου ἐναπέθου, χερσὶ Θεοῦ Ὃν πόθῳ ἠγάπας Ἄνθιμε.
χομέν σε πρέσβυν πρὸς τὸν Θεόν, εὐσεβῶν τὰ πλήθη, Μοναζόντων τε οἱ χοροί, Ἱεραποστόλων, ὢ Ἄνθιμε οἱ δῆμοι, τυφλοὶ δὲ σὲ πλουτοῦσι, προστάτην μέγιστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

Εἶτα, Τρισάγιον.
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
τι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Γόνον πάντιμον Κεφαλληνίας, θεῖον ἔφορον Ἀστυπαλαίας, τῆς τῶν Λεπέδων Μονῆς τὸν δομήτορα, καὶ νήσων πλείστων τὸν ἔνθεον κήρυκα, τῶν Μοναζόντων κρηπῖδα καὶ καύχημα, θεῖον Ἄνθιμον, συμφώνως πιστοὶ τιμήσωμεν, Χριστοῦ τὸν οἰκονόμον τὸν ἀόμματον.

Τά τροπάρια ταῦτα.
Ἦχος πλ. β΄
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε, ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν· ἀλλ ἐπιβλέψον καὶ νῦν, ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σύ γὰρ εἰ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε· ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν· ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σύ γὰρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδη-μούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.

Καὶ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν·
Δόξα σοι Χριστὲ Θεός, ἐλπὶς ἡμῶν, δόξα σοι.
Χριστὸς ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ  τῶν ἁγίων καὶ δικαίων Θεοπατό-ρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ Ἁγίου Ἀνθίμου τοῦ ἐν Κεφαλληνία, ου καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν τὸ ἀκόλουθον:
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου...
Χαίρει Κεφαλλήνων ἡ πληθύς, χαίρουσιν Αἰγαίου αἱ νῆσοι, καὶ Κρήτη ἅμα σκιρτᾷ, Ἄθω Ὅρος Ἅγιον, φαιδρῶς ἀγάλλεται, γηθοσύνως σεμνύνεται, Μονὴ τῶν Λεπέδων, καὶ ἡ Ἀστυπάλαια καυχᾶται ἄμετρα, θήκην σῶν Λειψάνων πλουτοῦσα, σὺν Πορταϊτίσσης εἰκόνι, ἥν ἐκτήσω Ἄνθιμε ἀόμματε.
Δίστιχα ἀκροτελεύτια.
Ὁσιοκήρυξ Ἄνθιμε, τῶν ἀομμάτων λύχνε, ψυχῆς μου ὄμμα αὔγασον εὐχαῖς σου φωτοφόροις και εἰς ὁδὸν ἀξιῶσον εὐθεῖαν βηματίζειν ἔργα ἡμέρας πράττουσα λέγει σοι Ἰσιδώρα, Μονάζουσα πανευτελὴς ὕμνον πλέξασα τόνδε τῇ προτροπῇ τοῦ εὐλαβοῦς ἱκέτου Κωνσταντίνου ἀπὸ βαθέων σέβοντος τὴν πάμφωτόν σου μνήμην.

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ.
Ὑπὸ Ἰσιδώρας Μοναχῆς.
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, τὸ φῶς τὸ ἀληθινὸν καὶ ἀΐδιον καὶ ἀναλλοίωτον ὁ ἐκ τοῦ σκότους τῆς ἀβύσσου, τῷ λόγῳ σου μόνῳ, ἐν ἀρχῇ τὸ φῶς ποιήσας καὶ τοῦτο διαχέων πάσῃ τῇ κτίσει Ἀγαθέ, ὁ διαχωρίσας ἀνάμεσον τοῦ φωτὸς καὶ ἀνάμεσον τοῦ σκότους, καὶ τὸν μὲν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας θέμενος, τὴν δὲ σελήνην καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτὸς· ὁ τῶν αἰώνων Βασιλεὺς καὶ τῆς ζωῆς ἀρχηγός τε καὶ Κύριος, ὁ τοὺς πύρινους μὲν Ἀγγέλους σου ἐν οὐρανῷ Λειτουργοὺς φωτὸς καταστήσας, τοὺς δὲ Ἁγίους σοῦ ἐπὶ τῆς γῆς φωστῆρας φωτεινοὺς ἀναδείξας, ἵνα δι᾿ αὐτῶν οἱ πιστοὶ πρὸς πολιτείαν καθαρὰν καὶ ἔργα φωτὸς ὁδηγούμενοι, δοξάζομεν σὲ ἀεί, τὴν πηγὴν τοῦ φωτὸς καὶ παντὸς ἀγαθοῦ αἴτιον, ὁ τὸν λαόν σου πάλαι Ἰσραὴλ ἐν στύλῳ πυρίνου φωτὸς ἐκ δουλείας Φαραώ, διὰ Μωϋσεέως τοῦ Προφήτου σου, εἰς γῆν ἐπαγγελίας ὁδηγήσας Ἀγαθὲ καὶ ζωὴν δοὺς αὐτοῖς ἐλευθέραν, ὁ τοῦ ἐκ γενετῆς τυφλοῦ, διὸ τοῦ πηλοῦ ἰδίαις χερσὶν τὰ ὄμματα διανοίξας καὶ τὸ φῶς αὐτῷ χαρι-σάμενος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἐν σκότει τῶν παθῶν εἰς ζωὴν ἐπανάγων μόνε Μακρόθυμε ὁ τοὺς πεπλανημένους εἰς ὁδὸν εὐθεῖαν συμπαθῶς ἐπανάγων, τοὺς δὲ τυφλοὺς σοφίζων καὶ εἰς φωτὸς ἀπόλαυσιν κατευθύνων μόνε Ὑπεράγαθε, ὁ τῆς ψυχῆς τὰ ὄμματα διανοίγων παντὶ τῷ εἰς Σὲ πιστεύοντι καὶ Σοι προστρέχοντι Φιλάνθρωπε ὁ ἐν Ἁγίοις σοῦ ἀεὶ ἐπαναπαυόμενος καὶ ἐν αὐτοῖς ἐνδοξαζόμενος, μόνε Ὑπερένδοξε ὁ τῇ ἀμετρήτῳ σοῦ δυνάμει μεγάλα καὶ ἐξαίσια ποιῶν, καὶ ταῦτα διὰ τῶν Ἁγίων σοῦ θαυμαστώνων ἡμῖν Παντοκράτωρ Κύριε ὁ κρίμασιν ἰδίοις, τῶν τυφλῶν τὰ ἔργα ἐναργέστερα φωτὸς ἐργασάμενος, ἀνερμή-νευτε Κύριε· ὁ βουλή σου ἀῤῥήτῳ τὸν τυφλὸν σοῦ θεράποντα Ἄνθιμον, τὸν ἐκ Κεφαλληνίας, ἐπ᾿ ἐσχάτων φωτὸς λύχνον ἀναδείξας τῷ ὑποδούλῳ γένει ἡμῶν ὁ τοῦτον καταξιώσας Ὑπεράγαθε τοῦ δόξασαι σὲ ἐν ἔργοις ὁσίοις καὶ ἰσαγγέλῳ βιοτῇ, καὶ μεγαλῦναί σε ἐν κηρύγματι σοφῷ, καὶ ὑπερυψώσαι σὲ ἐν τρόποις θαυμαστοῖς, ὁ τοῦτον δομήτορα πολλῶν Μονῶν ἀξιώσας γενέσθαι, τῶν δὲ Μοναστῶν χειραγωγόν τε καὶ διδάσκαλον, καὶ τῶν πιστῶν ὁδηγὸν ἀσφαλῆ καὶ εὐθύτατον, ὁ τὴν φωνὴν αὐτοῦ τρανώσας τοῦ διδάξαι σου τὰ μεγαλεία τοῖς πολλοῖς, τὰ δὲ ὄμματα τῆς καρδίας αὐτοῦ διανοίξας εἰς τὸ ὁρᾶν τοῦ ἀκτίστου σου Φωτὸς τὴν πλησμονὴν μόνε Φωτοπάροχε Δημιουργέ, ὁ δι᾿ αὐτοῦ ὁδηγῶν ἡμᾶς εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας καὶ δεικνύων ἡμῖν τὴν ὁδὸν τῶν ἐντολῶν σου, τοῦ πορεύεσθαι ἐν τῇ ὁδῷ τῆς πίστεως, ὁ τὰς ἱκεσίας τῶν Ἁγίων σοῦ ὡς θυμίαμα προσδε-χόμενος Δέσποτα, καὶ τούτων συμπαθῶς ἐπακούων πρὸς τὸ συμφέρον πάντων μόνε εὔσπλαγχνε.
Αὐτὸς καὶ νῦν Κύριε, ταῖς τοῦ τυφλοῦ σοῦ ὀσιοκήρυκος Ἀνθίμου πρεσβείαις εὐπροσδέκτοις δυσωπούμενος, ἐπίβλεψον ἐφ᾿ ἡμᾶς τοὺς τιμῶντας τὴν αὐτοῦ πανίερον μνήμην, καὶ ὑμνοῦντας τὴν αὐτοῦ ἔνδοξον ἐπὶ γῆς πολιτείαν καὶ πρέσβυν, ὑπὲρ ἡμῶν πρὸς Σὲ εὐμενῆ αὐτὸν προβαλλομένους καὶ διάνοιξον τοὺς τῆς καρδίας ὀφθαλμοὺς ἡμῶν, τοῦ ὁρᾶν τὸ φῶς τῶν προσταγμάτων σου καὶ πορεύεσθαι ἐν αὐτῷ ἐν πάσαις ταῖς ἡμέραις τῆς ζωῆς ἡμῶν, κάθαρον ἡμῶν τὴν διάνοιαν καὶ φώτισον τὰς κόρας τῆς ψυχῆς ἡμῶν, τοῦ ἐπιγνῶναι τὸ θέλημά Σου τὸ ἅγιον καὶ φυλάττειν αὐτὸ ἐξ ὅλης ἰσχύος ἡμῶν, καὶ δουλεύειν σοι διαπαντὸς ἐν εὐθύτητι καρδίας ἡμῶν ἔργα φωτὸς τοῦ ποιεῖν ἀξίωσον ἡμᾶς καὶ προσάγειν σοι πράξεις ἀγαθὰς υἱοὺς ἡμέρας, ἀνάδειξον ἡμᾶς καὶ κληρονόμους τοῦ Φωτὸς τῆς Βασιλείας σου ἐργάτας πιστοὺς τοῦ μυστικοῦ σοῦ ἀμπελῶνος, γενέσθαι ἰκάνωσον ἡμᾶς καὶ δούλους σοῦ ἀγαθούς, τοῦ αὐξάνειν τὸ παρὰ Σοῦ δοθὲν ἡμῖν τάλαντον Δέσποτα ἵνα τὸν μισθὸν τῆς φιλανθρώπου καὶ ἀμέτρητου σοῦ ἀγαθότητος κομισάμενοι, τὴν λαμπρότητα τῆς δόξης σου ἐνδυσώμεθα καὶ τὴν ἀνεξιχνίαστόν σου χρηστότητα δοξολο-γῶμεν, σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων καὶ τοῖς τάγμασιν τῶν ἀπ᾿ αἰώνων εὐαρεστησάντων σοι Ἁγίων ὅτι σοι μόνῳ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ σοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ζωοποιῷ σοῦ Πνεύματι, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ΑΜΗΝ.

ΜΕΓΑΛΥΝΑΡΙΑ
Ποίημα Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης.
Ὥν ἡ ἀκροστιχίς: Τυφλὸν ὀσιοκήρυκα Ἀνθιμον τιμῶ. Ἰσιδώρας.

Ἦχος γ´. Ἀκατάληπτον ἐστίν.
Ἀκατάληπτον ἐστί,
πῶς Ὁσίων οἱ χοροί,
ἔργοις θείοις στρατιάς,
ἔφθασαν Ἀγγελικάς.

Τρισυπόστατε Μονάς,
καὶ ἀχώριστε Τριάς,
φώτισόν με δυσωπῶ,
Ἄνθιμον ὑμνεῖν τυφλόν.

Ὕψη θεῖα ἀνελθεῖν,
Ἄνθιμε ἐπιποθῶν,
ἠκολούθεις Μοναστῶν,
οὐρανόφρονι χορῷ.

Φωτοδρόμοις σου λιταῖς,
σκότος δίωξον παθῶν,
ἵνα βαίνω ἀκλινῶς,
Ἄνθιμε Θεοῦ ὁδόν.

Λαμπροφόροις ἀρεταῖς,
φαίνεις Ἄνθιμε ἡμῖν,
καὶ τὸν λύχνον τῆς ψυχῆς,
ἄσβεστον διακρατεῖς.

Ὁδοιπόρος ἀπλανής,
καὶ ἀκάματος σπορεύς,
λόγων εὐαγγελικῶν,
Ἄνθιμε διατελεῖς.

Νεουργεῖς τοὺς γηγενεῖς,
πολιτείᾳ ἀκραιφνεῖ,
Ἄνθιμε καὶ δαδουχεῖς,
καινοτρόπῳ σου σπουδῇ.

Ὁλοπόθως τὸν Θεόν,
ἀγαπήσας τοῦ Παντός,
ὅλῃ Ἄνθιμε ψυχῇ,
διηκόνησας Αὐτῷ.

Σέμνωμα θεοπρεπές,
τῶν Λεπέδων τῆς Μονῆς,
καὶ δομήτωρ ἱερός,
ταύτης Ἄνθιμε τελεῖς.

Ἰαμάτων δωρεάς,
ἀενάως ἀπαντλεῖς,
πᾶσιν Ἄνθιμε πιστοῖς,
ὡς θεράπων συμπαθής.

Ὅρος Ἄθω ἱερόν,
γάνυται πανευκλεῶς,
ὁ ἐδόξασας τὸ πρίν,
Ἄνθιμε σῇ βιοτῇ.

Κρήτη νῆσος ἡ κλεινή,
χαίρει Ἄνθιμε ἐν σοί,
ἀπολαύσασα καλῶς,
εἰρηναίας σου φωνῆς.

Ἡδονὰς τὰς σαρκικάς,
ἀσιτίας ἀγωγή,
ἀπενέκρωσας ταχύ,
Ἄνθιμε πιστῶν τρυφή.

Ῥάβδον ἔχων ὁδηγόν,
Ἄνθιμε καὶ τὸν Σταυρόν,
κομβοσχοίνιον ὁμοῦ,
ἔδραμες ὁδὸν Θεοῦ.

Ὑετὸν αὐχμώσῃ,
δέδωκας ἐν πλησμονῇ,
Ἄνθιμε ὡς Ἠλιοῦ,
διαπύροις σοῦ εὐχαῖς.

Καστελλόριζον τιμᾷ,
Ἄνθιμε σὴν ἑορτήν,
Γεωργίου γὰρ Μονήν,
Χαραλάμπους τε πλουτεῖ.

Ἀστυπάλαια ἐν σοί,
χαίρει Ἄνθιμε ἀεί,
Λείψανά σου ἵερά,
ἔχουσα ὡς θησαυρόν.

Ἀπροσίτου φωτισμοῦ,
ἑλλαμφθεὶς ταῖς ἀστραπαῖς,  
καθωδήγεις   ὡς   Μωσῆς, 
Ἄνθιμε λαὸν Θεοῦ.

Νυμφοστόλε τῆς Χριστοῦ,
Ἄνθιμε συναγωγῆς,
τῶν πιστῶν τὸν ὁρμαθόν,
ἐπεσύναψας Χριστῷ.

Θεηγόροις λαλιαῖς,
καὶ πυκναῖς σοῦ διδαχαῖς,
στόμα γέγονας Θεοῦ,
Ἄνθιμε πυρσοφαές.

Ἱμερτὸν τοῦ Ἰησοῦ,
εἶδες πρόσωπον ἐν σοί,
ὡς Ἠλίας καὶ Μωσῆς,
Ἄνθιμε ἐν τῷ Θαβώρ.

Μεγαλώνυμος Ἁγνή,
Πορταΐτισσα εὐχαῖς,
ἐζωγράφισται ταῖς σαῖς,
δίχα Ἄνθιμε χειρός.

Ὅρμον εὗρον γαληνόν,
δρόσον τε ἐξ Ἀερμών,
λόγους Ἄνθιμε τοὺς σούς,
ὑποδούλων αἱ ψυχαί.

Νήσους πλείστας διελθών,
θεοδρόμος ὡς τυφλός,
νᾶμα ἐσταξας αὐταῖς,
Ἄνθιμε ζωοποιούν.

Τρικυμίαν χαλεπήν,
κατεπράϋνας εὐθύς,
τὸν ἰσχύϊ Δυνατόν,
Ἄνθιμε ἐπιφωνῶν.

Ἱερὸς προσκυνητής,
τῆς θεοβαδίστου γῆς,
ἦλθες Ἄνθιμε Χριστοῦ,
Τάφον ἅγιον ἰδεῖν.

Μάνδρας κτίσας ἱεράς,
πλείστων Ἄνθιμε Μονῶν,
γέγονας τῶν Μοναστῶν,
ἄριστος χειραγωγός.

Ὡς χρυσὸς δοκιμασθείς,
τῆς τυφλώσεως πυρί,
καλλονῆς μαρμαρυγαῖς,
λάμπεις Ἄνθιμε ἐν γῇ.

Ἱλαρὸν παρεῖχες φῶς,
Ἄνθιμε πιστῷ λαῷ,
λύχνος ὥσπερ τηλαυγής,
ἐν δουλείᾳ ζοφερᾷ.

Σκιογράφου νόμου πρίν,
παραβλέψας τὴν ἀχλύν,
Ἄνθιμε ὁρᾷς τὸ φῶς,
τὸ Θαβώριον ἀεί.

Ἰοβόλον πτερνιστήν,
ὄφιν Ἄνθιμε τῇ σῇ,
κατενέπρησας εὐχῇ,
ἐν Ἀστυπαλαίας γῇ.

Διασπείρας ἀφειδῶς,
λόγον εὐαγγελικόν,
ἔδρεψας μεστὸν καρπόν,
Ἄνθιμε ἐν οὐρανῷ.

Ὡσεὶ ἄνθος ἱερόν,
ταῖς καρδίαις τῶν πιστῶν,
εὐωδίαν μυστικήν,
Ἄνθιμε ἀποκενοῖς.

Ῥῆτορ Ἄνθιμε Θεοῦ,
μεγαλεία θαυμαστά,
διηγήσῳ τῷ λαῷ,
ὡς Δαυΐδ ὁ ἱερός.

Ἀγαλλέσθω ἡ Σιών,
δεξαμένη κόλποις σοῖς,
τοῦ Ἀνθίμου τοῦ τυφλοῦ,
τὴν ὁλόφωτον ψυχήν.

Σκίρτα Κεφαλλήνων γῆ,
ἀνεφύη γὰρ ἐκ σοῦ,
ὀσιότροπος υἱός,
Ἄνθιμος Θεοῦ βλαστός.

Χαίροις Ἄνθιμε κλεινέ,
Μοναζόντων ἡ κρηπίς,
τῶν κηρύκων καλλονή,
ἀομμάτων μέγα φῶς.

Τῶν Ἀγγέλων οἱ χοροί,
κατηυφράνθησαν τὴν σήν,
ὁδηγήσασαι ψυχήν,
Ἄνθιμε Θεοῦ χερσί.

Χεῖράς σου τὰς ἱεράς,
ὄμματά τε φωτεινά,
ἆρον Ἄνθιμε Θεῷ,
φῶς ἰδεῖν ἡμᾶς λαμπρόν.

Πορταΐτισσα σεμνή,
σὺν Ἀνθίμῳ τῷ τυφλῷ,
πρέσβευε τῷ σῷ Υἱῷ,
πᾶσι δοῦναι ἱλασμόν.

Δόξα. Τριαδικόν.
Πάτερ Λόγε καὶ Υἱέ,
Πνεῦμά τε τὸ συμφυές,
Τρισυπόστατε Μονάς,
σῶσον πάντας ἐκ φθορᾶς.
Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε Μαριάμ,
πύλη θεία τοῦ Φωτός,
τῆς ζωῆς τε γλυκασμός,
ῥῦσαι μὲ πικρῶν παθῶν.

Καὶ πάλιν, (τὸ πρῶτον).
Ἀκατάληπτον ἐστί,
πῶς Ὁσίων οἱ χοροί,
ἔργοις θείοις στρατιάς,
ἔφθασαν Ἀγγελικάς.

Δι΄εὐχῶν…

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου