ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Δευτέρα 5 Ιανουαρίου 2015

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΥΣ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΟΥΣ






Εἰς τὸ ὄνομα τοῦ Πατρός, τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἀμήν. 

ἱερεύς
Εὐλογητὸς Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τὴ ἀληθεία σου, εἰσάκουσόν μου ἐν τὴ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισεν μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτησα. Διαπέτασα  πρὸς σὲ τὰς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον.  Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισὸν μοὶ κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοὺ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σὺ εἶ Θεός μου. Τὸ Πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος, μετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀποστόλων δωδεκάριθμε δῆμε, οἵ τοῦ Σωτῆρος Μαθηταὶ καὶ αὐτόπται, ὑπὲρ ἡμῶν πρεσβεύσατε πρὸς Κύριον, ῥύεσθαι ἑκάστοτε, πειρασμῶν καὶ κινδύνων, καὶ διδόναι ἄφεσιν, δυσωποῦμεν πταισμάτων, τοῖς προσιούσι πίστει ἀκλινεῖ, τῇ προστασίᾳ ὑμῶν ἀξιάγαστοι.
Δόξα Και νυν. Θεοτόκιον.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε,  τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.  Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμὰς ἐρρύσατο  ἐκ τοσούτων κινδύνων,  τὶς δὲ διεφύλαξεν  ἕως νῦν ἐλευθέρους;  Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ,   σούς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ο Ν'   Ψαλμός
λέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα Ἔλεός Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου,  ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα,  ὅπως ἂν δικαιωθεὶς ἐν τοῖς λόγοις Σου, καὶ νικήσῃς  ἐν τῷ κρίνεσθαι Σέ. Ἴδού γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδού γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί  τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεὶς με ὑσσώπω καὶ καὶ καθαρισθήσομαι, πλυνεῖς μὲ καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.  Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινομένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξαλεῖψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ  ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνησον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ  ἀπὸ τοῦ προσώπου Σου, καὶ τὸ πνεῦμά Σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σοῦ, καὶ πνεύματι ἡγεμονικῷ στηριξὸν μὲ . Διδάξω ἀνόμους τάς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσι. Ῥυσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τηνα αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὒκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινομένην ὁ Θεὸς οὒκ ἐξουδενώσει. Ἀγάθυνον,  Κύριε , ἐν τῇ εὐδοκίαν Σου τὴν Σιῶ, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.  

Και ό Κανών, ου η ακροστιχίς: «Η Αποστόλων χάρις με σκέπε. Γερασίμου».
Ὠδὴ α'. Ἠχος πλ. δ'. Ὑγρὰν διοδεύσας.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
λίου ἀκτῖνες τοῦ νοητοῦ, Χριστοῦ τοῦ Σωτῆρος, καὶ Ἀπόστολοι θαυμαστοί, παθῶν μου σκεδάσατε τὸ σκότος, ταῖς φωταυγέσιν ὑμῶν παρακλήσεσιν.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
κρότης τυγχάνοντες Μαθητῶν, Πέτρε καὶ Παῦλε, ἀκαθάρτων ἡμὰς παθῶν, ῥύσασθε ὑμῶν ται ἱκεσίαις, καὶ πολυτρόπων κινδύνων καὶ θλίψεων.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Πηγάζοντες ὕδωρ τὸ καθαρόν, ζωῆς αἰωνίου, δωδεκάριθμοι Μαθηταί, ποτίσατε νᾶμα σωτηρίας, τοὺς τηκομένους αἰχμῶ παραβάσεων.
Θεοτοκίον.
πάντων Δεσπότης καὶ Ποιητής, ἐκ σοῦ ἐσαρκώθη, καὶ διέσωσε τὸν Ἀδάμ, ὢ πρεσβεῦε Κόρη Θεομῆτορ, σώσαι κἀμὲ ἁμαρτίαις ὀλλύμενον.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ γ'. Οὐρανίας ἁψῖδος.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σωτηρίας πρὸς τρῖβον, καὶ πρὸς ζωὴν κρείττονα, σὺν τῷ ἱερῷ Ἰακώβω, Ἀνδρέᾳ πάνσοφε, καθοδηγήσατε, τοὺς ἀδιστάκτῳ καρδίᾳ, τὴν ὑμῶν βοήθειαν, αἰτοῦντας πάντοτε.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν ἐχθρῶν τάς ἑφόδους, τάς καθ΄ἡμῶν λύσατε, καὶ πειρατηρίων ποικίλων, ἡμᾶς λυτρώσασθε, ὢ Ἰωάννη σοφέ, σὺν τῷ Φιλίππῳ τῷ θείῳ, ὡς μεσῖται μέγιστοι, ἡμῶν πρὸς Κύριον.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
λικὴ διανοία, πίστει ὑμῖν σπεύδομεν, δώδεκα Χριστοῦ μυστολέκται, καὶ ἀνακράζομεν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενείας καὶ βλάβης, ἀσινεῖς λυτρώσασθε, ἡμᾶς δεόμεθα.
Θεοτοκίον
Λυτρωτὴν καὶ Σωτηρά, πάντων βροτῶν τέξασα, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, Χριστὸν Πανύμνητε, τῆς τῶν δαιμόνων μέ, ἐπιδρομῆς καὶ μανίας, λύτρωσαι μὲ δέομαι, τῇ σῇ χρηστότητι.
Διάσωσον ὁ δωδεκάριθμος ἀριθμὸς δῆμος τῶν Ἀποστόλων, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβεία.
πίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἂλγος.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Κάθισμα. Ήχος β΄. Πρέσβεια θερμή.
Προστάται ἡμῶν,  καὶ θεῖοι ἀντιλήπτορες, Χριστοῦ Μαθηταί, ὑπάρχοντες μὴ παύσησθε, ἀπαύστως ἐκλυτρούμενοι, τῶν ἐν βίῳ δεινῶν περιστάσεων, τοὺς τῇ ἁγίᾳ ὑμῶν ἀρωγή, ἐν πίστει καὶ πόθῳ καταφεύγοντας.

Ὠδὴ δ'. Εἰσακήκοα Κύριε.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ς ἀστέρες ἀείφωτοι, σὺν Βαρθολομαίω Θῶμα μακάριε, τῷ φωτὶ τῶν πρεσβειῶν ὑμῶν, λύσατε τὸν ζόφον τῆς καρδίας μου.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Νόμῳ θείῳ λαμπρύνατε, οἵα νομοθέται τῆς θείας χάριτος, σὺν Ματθαίῳ Μᾶρκε ἔνδοξε, τοὺς τῇ φωταυγεία ὑμῶν σπεύδοντας.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Χάριν θείαν καὶ ἔλεος, δώδεκα Ἀπόστολοι ἱερώτατοι, καὶ πταισμάτων ἀπολύτρωσιν, παρὰ τοῦ Χριστοῦ ἡμῖν αἰτήσασθε.
Θεοτοκίον
ειπάρθενε Δέσποινα, πάσης μεθοδείας τοῦ πολεμήτορος, τὴν καρδίαν μου ἀπάλλαξον, καὶ φωτὶ μὲ θείῳ καταλάμπρυνον.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδή ε'. Φώτισον ἡμᾶς.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ύσασθε ἡμᾶς, ὁ Ἰούδας ὁ θεάδελφος, καὶ Λουκᾶς ὁ μυστογράφος ὁ σοφός, ἐπηρείας τοῦ δολίου πολεμήτορος.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ασαι Σωτήρ, τῆς ψυχῆς μου τὰ συντρίμματα, ταῖς πρεσβείαις τῶν κλεινῶν σοῦ Μαθητῶν, Σίμωνός τε καὶ Ματθία τοῦ θεόφρονος.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σύστημα σεπτόν, δωδεκάριθμοι Ἀπόστολοι, τάς μυρίας τοῦ ἐχθροῦ ἐπιδρομάς, καθ΄ἡμῶν κατασυντρίψατε δεόμεθα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, ἐκ ματαίων ἐννοιῶν καὶ λογισμῶν, τὴν καρδίαν καὶ τὸν νοῦν μου ἀποκάθαρον.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ στ'. Τὴν δέησιν.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
κ πάσης, ἐπιβουλῆς καὶ ἀπάτης, καὶ δεινῶν πειρατηρίων τοῦ βίου, Πέτρε καὶ Παῦλε αὐτόπται Κυρίου, ἀεὶ λυτροῦσθε τοὺς πίστει προσπίπτοντας, τῇ θαυμαστῇ ἐπισκοπῇ, τῆς ὑμῶν μεσιτείας πρὸς Κύριον.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σαρκός μου, τάς χαλεπὰς ἀρρωστίας, καὶ ψυχῆς τάς ἀφορήτους ὀδύνας, τῇ δεδομένῃ ὑμῖν ἐξουσία, ὢ Ἰωάννη καὶ θεῖε Ἰάκωβε, γόνοι βροντῆς πανευκλεεῖς, θεραπεύσατε θᾶττον μακάριοι.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κακίαν, τὴν καθ΄ἡμῶν τοῦ Βελίαρ, δωδεκάριθμε χορεία ἁγία, τῶν του Χριστοῦ ἱερῶν Ἀποστόλων, κατασυντρίψατε τάχος δεόμεθα, καὶ κυβερνήσατε ἡμᾶς, πρὸς λιμένα θείου θελήματος.
Θεοτοκίον.
τέχθη, ἐκ τῶν ἁγνῶν σοῦ αἱμάτων, ὁ τὰ ὄντα ἐκ μὴ ὄντων ποιήσας, ἐν ἡμετέρᾳ μορφῇ Θεοτόκε, δι΄εὐσπλαχνίας ἀπέραντον πέλαγος, καὶ ἔσωσεν ἐκ τῆς ἄρας, τοὺς ὑμνούντας τὸν ἄφραστον τόκον σου.
Διάσωσον ὁ δωδεκάριθμος δῆμος τῶν Ἀποστόλων, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας τῇ θείᾳ ὑμῶν πρεσβεία.
χραντε, ἡ διὰ λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Μετὰ δὲ τὴν ἐκφώνησιν, Κοντάκιον.
Ἦχος β'. Ταῖς τῶν αἱμάτων σου.
δωδεκὰς Ἀποστόλων ἡ παντιμος, τῇ Παναγίᾳ Τριάδι πρεσβεύσατε, τοῦ ῥύεσθαι πόνων καὶ θλίψεων, τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας, ὢ Μύσται τῆς θείας χρηστότητος.

Εἶτα τὸ Α΄ ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Ἐκ νεότητός μου, πολλὰ πολεμεῖ μὲ πάθη* ἀλλ΄ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. Δίς
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου* ὡς χόρτος γὰρ πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δίς
Δόξα…
Ἁγίῳ Πνεύματι, πᾶσα ψύχη ζωοῦται καὶ καθάρσει ὑψοῦται, λαμπρύνεται τῇ Τριαδικη Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν…
Ἁγίῳ Πνεύματι ἀναβλυζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.

Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ…
Ὁ Ἱερεὺς
Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου…..
Ὃ Χορός.
Κύριε ἐλέησον (τρὶς)
Ὁ Ἱερεὺς
Σοφία΄ ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Ὃ Χορὸς΄
Καὶ τῷ πνεύματί σου.
Ὁ Ἱερεὺς
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου, τὸ ἀνάγνωσμα. Προσχῶμεν
Ὃ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Εὐαγγέλιον κατὰ Ματθαῖον  (θ΄,  36.  ι΄, 1-8).
Τῷ καιρῷ ἐκείνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους, ἐσπλαχνίσθη περὶ αὐτῶν, ὅτι ἦσαν ἐκλελυμένοι, καὶ ἐρριμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν κατά πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα Ἀποστόλων τὰ ὀνόματα εστίν ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ του Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,  Φιλοππος καὶ Βαρθολομαῖος,  Θωμὰς καὶ Ματθαῖος ὁ τελώνης,  Ἰάκωβος ὅ του Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος,  Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων,  εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ἤγγικεν ἡ βασιλεῖα τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε, δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Ὁ Χορός.
Δόξα σοι, Κύριε, δόξα σοι.

Δόξα. Ταῖς τῶν Ἀποστόλων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ: Ἐλέησόν με ὁ θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Δῆμε δωδεκάριθμε, τῶν ἱερῶν Ἀποστόλων, τῆς σοφίας ὄργανα, τοῦ Ἁγίου Πνεύματος θεῖοι ῥήτορες, οἱ τὴν γῆν ἅπασαν, πίστεως τῷ φέγγει, ἱερὼς καταφωτίσαντες, πολλὴν ὡς ἔχοντες, πρὸς τὸν Βασιλέα καὶ Κύριον, τὴν παρρησίαν ἔνδοξοι, ἵλεων αὐτὸν ἀπεργάσασθε, πᾶσι τοῖς ἐν πίστει, προστρέσουσιν ὑμῶν τῇ ἀρωγῇ, καὶ ἐξαιτοῦσιν ἑκάστοτε, ὑμῶν τὴν ἀντίληψιν.

Ὁ Ἱερεύς·
Σῶσον, ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ’ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου καὶ ἐνδόξου προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως, Νικολάου του εκ Νάξου τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, Θεοδώρου τοῦ Στρατηλάτου καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Πολυκάρπου, Χαραλάμπους, Βλασίου καὶ Ἐλευθερίου· τῶν ἁγίων, ἐνδόξων, μεγάλων μαρτύρων γυναικῶν Θέκλας, Αἰκατερίνης, Βαρβάρας, Ἀναστασίας, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου (τοῦ Ναοῦ), τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων ἐνδόξων καὶ Πανευφήμων Ἀποστόλων τῶν Δώδεκα, ὧν τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων· Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε· ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου, καὶ ἐλέησον ἡμᾶς.
Ὁ χορὸς·
Κύριε, ἐλέησον  (ιβ´).
Ὁ Ἱερεύς·
λέει, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπία τοῦ μονογενοῦς σοῦ Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἰ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς·
Ἀμήν.

Εἶτα, ἀποπληροῦμεν τάς λοιπὰς ᾠδὰς τοῦ Κανόνος.
Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Παθημάτων τὴν φλόγα, ἐπομβρίαις ἁγίαις Ἀνδρέα ἔνδοξε, καὶ Φίλιππε τρισμάκαρ, σβέσατε δυσωποῦμεν, τῶν βοώντων ἑκάστοτε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
κ παθὼν καὶ κινδύνων, ἀνωτέρους τηρεῖτε ἡμὰς δεόμεθα, σοφὲ Βαρθολομαῖε, Θῶμά τε θεηγόρε, ἵνα πόθῳ κραυγάζωμεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Γεωργοὶ θεηγόροι, ἀμπελῶνος τοῦ θείου σοφοὶ Ἀπόστολοι, νεώσατε ἀρότρῳ, τῷ θείῳ τάς καρδίας, τῶν βοώντων ἑκάστοτε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Θεοτοκίον
ν ὀδύνῃ καρδίας, σοὶ προσπίπτω Παρθένε, καὶ ἀνακράζω σοὶ,  παθῶν τῆς τυραννίδος, ἀπάλλαξον τὸν νοῦν μου, καὶ βοώντα μὲ οἰκτεῖρον,  ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ η'. Τὸν Βασιλέα.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
είθροις ἀΰλοις, τὴν ξηρανθεῖσαν ψυχήν μου, καταρδεύσατε Ματθαῖε θεηγόρε, καὶ Μᾶρκε θέοφρον, ὡς Μαθηταὶ Κυρίου.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
κτῖσι θείαις, ὑμῶν τῆς θείας πρεσβείας, καταυγάσατε ἡμῶν τάς διανοίας, Σιμῶν θεηγόρε, Λουκᾶ τε καὶ Ματθία.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σύστημα θεῖον, τῶν ἱερῶν Ἀποστόλων, δωδεκάκρουνε πηγὴ τῆς Ἐκκλησίας, βλύσατέ μοι ὕδωρ, ζωῆς τῆς ἀθανάτου.
Θεοτοκίον.
ασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, ἁμαρτήμασι καὶ λογισμοῖς ἀτόποις, ἵνα σὲ δοξάζω, τὴν Κεχαριτωμένην.

Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμῃ, πόλει, νήσῳ) ταύτῃ, τῶν ἐνοριτών, ἐπιτροπῶν, συνδρομητὼν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὠδὴ θ'. Κυρίως Θεοτόκον.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μὴ παύσησθε πρεσβεύειν, ὑπὲρ ἡμῶν Κυρίῳ, Πέτρε καὶ Παῦλε, Ἀνδρέα Ἰάκωβε, ὡς ἂν ζωῆς τῆς ἀλήκτου ἀξιωθείημεν.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ο μύσται τοῦ Σωτῆρος, μάκαρ Ἰωάννη, Βαρθολομαῖε Ἰούδα καὶ Φίλιππε, Θῶμα Λουκᾶ καὶ Ματθαῖε ἡμᾶς φρουρήσατε.
Ἀπόστολοι τοῦ Χριστοῦ πρεσβεύσατε ὑπὲρ ἡμῶν.
ψίστου παραστάται, Μᾶρκε καὶ Ματθία, καὶ θεῖε Σιμῶν ἀπαύστως πρεσβεύετε, ἁμαρτημάτων διδόναι ἡμῖν συγχώρησιν.
Θεοτοκίον
πὲρ τῶν προσκυνούντων, τὸν φρικτὸν σοῦ τόκον, δι΄οὐ φθορὰς καὶ θανάτου ἐρρύσθημεν, ὑπεραγία Παρθένε ἀπαύστως πρέσβευε.

Καὶ εὐθὺς ψάλλομεν τό.
ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν Ἀειμακάριστον, καὶ Παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Ἱερεὺς θυμιὰ τὸ Ἅγιον Θυσιαστήριον, τάς Ἁγίας Εἰκόνας, καὶ τὸν Λαόν, ἢ τὸν οἶκον ὅπου ψάλλεται ἡ παράκλησις καὶ ἡμεῖς ψάλλομεν τὰ παρόντα μεγαλυνάρια.
Χαίροις Ἀποστόλων ἡ δωδεκάς, τῆς οἰκονομίας τοῦ Σωτῆρος μυσταγωγοὶ, χαίρετε φωστῆρες, ἁπάσης οἰκουμένης, σοφίας ὑπερκόσμου, ἐνδιαιτήματα.
Πέτρον Παῦλον Μᾶρκον καὶ τὸν Λουκᾶν, Ματθαῖον Ἀνδρέαν, Ἰωάννην τε καὶ Θωμάν, καὶ Βαρθολομαῖον, καὶ Φίλιππον Ἰούδαν, καὶ Σίμωνα Ματθίαν, ὕμνοις τιμήσωμεν.
Μύσται τοῦ Σωτῆρος καὶ Μαθηταί, τοῦ σαρκὶ φανέντος, καθωράθητε ἀληθῶς, καὶ τῶν οὐρανίων, ἐπόπται μυστηρίων, Ἀπόστολοι Κυρίου, θεοειδέστατοι.
ύσασθε κινδύνων καὶ πειρασμῶν, καὶ πάσης ἀνάγκης δωδεκάριθμοι Μαθηταί, τοῦ Παμβασιλέως, ὑμῶν ταῖς ἱκεσίαις, τοὺς τῇ σεπτὴ πρεσβείᾳ, ὑμῶν προστρέχοντας.
Χαίρετε τῆς χάριτος θησαυροί, καὶ τῶν ἐν τῷ σκότει, λαμπαδοῦχοι καὶ ὁδηγοὶ, χαίρετε προστάται, Χριστοῦ τῆς Ἐκκλησίας, καὶ βοηθοῖ ἁπάντων, θεῖοι Ἀπόστολοι.
χοντες μεγίστην πρὸς τὸν Χριστόν, παρρησίαν ὄντως, δωδεκάριθμοι Μαθηταί, ἀεὶ δυσωπεῖτε, παθῶν διδόναι λύσιν, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν δεόμεθα.
Πᾶσαι τῶν Ἀγγέλων…
Ὁ Ἀναγνώστης·
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς  (ἐκ γ´).
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δεσπότα, συγχώρησον τάς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὁ Ἱερεύς·
Ὅτι Σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης·  Ἀμήν.

Εἶτα τὸ παρόν Ἀπολυτίκιον.
Ἦχος γ´.
πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ , ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

Καὶ ταῦτα τὰ Τροπάρια.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοὶ τὴν ἱκεσίαν, ὦς Δεσπότη, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλεῆσον ἡμᾶς.
Δόξα...
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθὴς ἡμῖν σφόδρα, μηδὲ μνησθὴς τῶν ἀνομιῶν ἡμῶν, ἀλλ' ἐπίβλεψον καὶ νύν, ὦς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νύν...
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ εἶ ἡ σωτρηρία τοῦ γένους τῶν χριστιανῶν.

Εἶτα μνημονεύει καὶ πάλιν ὁ Ἱερεύς, καὶ μεθ ἑκάστην αἴτησιν ψάλλομεν τὸ Κύριε, ἐλέησον (γ΄).
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ (κώμη, πόλει, νήσω) ταύτη, τῶν ἐνοριτών, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν  (ἡ κώμην, ἢ χώραν, ἢ νῆσον ἢ μονὴν) ταύτην (ἢ τὸν οἶκον  τούτον), καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ ἡμῶν κινουμένην· καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῇς, καὶ ἐλεῆσαι ἡμᾶς. 
Ἒτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι……..
Ἐπάκουσον ὁ Θεός ὁ Σωτήρ ἡμῶν, ἡ ἐλπίς………..
Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός·  Ἀμήν.
Δόξα σοι Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.
Xριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν· τοῦ ἁγίου  (τοῦ Ναοῦ)·  τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τοῦ έν Ἁγίων ενδόξων και πανευφήμων Αποστόλων των Δώδεκα, ων καὶ τὴν μνήμην ἐπιτελοῦμεν, καὶ πάντων τῶν Ἁγίων, ἐλεῆσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Πρὸ δὲ τοῦ δι᾿ εὐχῶν
Προσόμον.
Ἦχος, β'. Ὅτε ἐκ τοῦ ξύλου.
Μύσται καὶ Ἀπόστολοι Χριστοῦ, οἱ τῆς Ἐκκλησίας φωστῆρες, ἀειλαμπέστατοι, δῆμε δωδεκάριθμε, καὶ θεοσύλλεκτε, τάς δεήσεις προσδέξασθε, ἡμῶν δυσωποῦμεν, καὶ μὴ διαλίπητε, Χριστῷ πρεσβεύοντες, ὅπως πειρασμῶν καὶ κινδύνων, καὶ πειρατηρίων παντοίων, πάντοτε ῥυώμεθα δεόμεθα.

Δι’ εὐχῶν….
Δίστιχον.
Δέξαι δωδεκάριθμε σεπτὴ χορεία
Τὴν παροῦσαν δέησιν τοῦ Γερασίμου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου