ΣΤΟ ΤΕΛΟΣ ΤΗΣ ΣΕΛΙΔΑΣ
ΑΓΙΟΛΟΓΙΟ ΑΛΦΑΒΗΤΙΚΑ - ΟΚΤΩΗΧΟΣ - ΜΗΝΑΙΑ - ΤΡΙΩΔΙΟ - ΠΕΝΤΗΚΟΣΤΑΡΙΟ
ΨΥΧΟΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ - ΘΕΡΑΠΕΥΤΙΚΑ ΘΕΜΑΤΑ
ΜΗΤΡΟΠΟΛΕΙΣ ΤΗΣ ΕΛΛΑΔΟΣ - ΠΑΡΑΚΛΗΤΙΚΟΙ ΚΑΝΟΝΕΣ
ΑΚΟΛΟΥΘΙΑ ΕΞΟΔΙΑΣΤΙΚΟΥ ΜΟΝΑΧΩΝ
ΣΤΑΣΕΙΣ ΑΚΑΘΙΣΤΟΥ ΥΜΝΟΥ - ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ - ΑΠΟΔΕΙΠΝΟΝ
ΟΙ ΟΝΕΙΡΟΠΑΡΜΕΝΟΙ ΤΟΥ ΚΟΣΜΟΥ - ΠΡΟΦΗΤΕΙΕΣ ΤΗΣ ΑΓΙΑΣ ΓΡΑΦΗΣ
ΣΤΑΛΑΓΜΑΤΙΕΣ ΣΟΦΙΑΣ - ΚΑΙΡΟΣ ΤΟΥ ΤΕΛΟΥΣ
ΕΠΙΣΤΟΛΕΣ ΑΠΟΣΤΟΛΟΥ ΠΑΥΛΟΥ

ΓΙΑ ΟΤΙ ΝΕΟΤΕΡΟ ΘΑ ΕΝΗΜΕΡΩΝΕΤΑΙ Ο ΚΑΤΑΛΟΓΟΣ


Σάββατο 27 Δεκεμβρίου 2014

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ Δ’ ΕΒΔΟΜΑΔΟΣ



Ἐνδεδυμένος Ἱερεὺς ἅπασαν τὴν μέλαιναν στολὴν καὶ σταθεὶς ἔμπροσθεν τῆς ἁγίας τραπέζης, ποιῶν τρεῖς μετανοίας λέγει τρεῖς*
Ὁ Θεός, ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορὸς Ἀμὴν.

Καὶ κλείεται ἡ κάτω ὡραία πύλη(ἡμιβημόθυρα).
Ὁ Ἀναγνώστης
          Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.
          Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.
          Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.
Ε
ὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον* Κύριε, ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπέρωα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῇς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὅρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὂν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὁ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει* ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὅρη ἐκ τῶν ὑπερώων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἑξανατελλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλεία τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἂς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὅρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγή τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιροὺς* ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος καὶ ἐγένετο νὺξ* ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητήσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος καὶ συνήχθησαν, καὶ εἰς τάς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε* πάντα ἐν σοφία ἐποίησας* ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὓτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος* ἐκεῖ ἑρπετά, ὧν οὔκ ἐστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται* δράκων οὗτος, ὂν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτοῦ εἰς εὔκαιρον* δόντος σου αὐτοῖς, συλλέξουσιν.
Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος* ἀποστρέψαντος δὲ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἢτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας* εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν* ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. Ἄσω τῷ Κυρίῳ ἐν τῇ ζωή μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.Ἠδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Καὶ πάλιν
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ* ἔθου σκότος, καὶ ἐγένετο νύξ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε* πάντα ἐν σοφία ἐποίησας.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι* καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα* δόξα σοι, ὁ Θεὸς (τρίς).  Μετανοίας (τρεῖς).  Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.
Ὁ Ἱερεὺς
Ἐν εἰρήνη, τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς
Κύριε, ἐλέησον.
Ὁ Ἱερεὺς
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου, καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν………., τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τῆς πόλεως ταύτης, πάσης πόλεως, χώρας, καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς, καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς. Σοί, Κύριε.
Ὁ Ἱερεὺς μυστικῶς τήν εὐχήν
Κ
ύριε οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν, καὶ πρόσχες τῇ φωνὴ τῆς δεήσεως ἡμῶν* ποίησον μεθ’ ἡμῶν σημεῖον εἰς ἀγαθὸν* ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου, τοῦ πορεύεσθαι ἐν τῇ ἀλήθεια σου* εὔφρανον τάς καρδίας ἡμῶν, εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον* διότι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια. Σύ εἶ Θεὸς μόνος, καὶ οὔκ ἐστιν ὅμοιός σοι ἐν θεοῖς Κύριε* δυνατὸς ἐν ἐλέει, καὶ ἀγαθὸς ἐν ἰσχύϊ εἰς τὸ βοηθεῖν, καὶ παρακαλεῖν, καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.
Ἐκφώνως
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης. Ἀμήν.

Ὁ Ἀναγνώστης στὰς ἐν τῷ μέσῳ τοῦ ναοῦ, πρὸ τοῦ ἀρχιερατικοῦ θρόνου, ἀναγινώσκει εὐκρινῶς καὶ μεγαλοφώνως τὰ  Πρὸς Κύριον, ἤτοι τοὺς ψαλμοὺς τοῦ ιη’ (18) καθίσματος τοῦ Ψαλτηρίου, εἰς τρεῖς στάσεις.
Ὁ Ἱερεὺς νίπτων τάς χεῖρας, καὶ λαμβάνων τὸ θυμιατήριον μετὰ θυμιάματος εὐλογεῖ αὐτὸ λέγων:
Θυμίαμά σοι προσφέρομεν, Χριστὲ ὁ Θεὸς ἡμῶν, εἰς ὀσμὴν εὐωδίας πνευματικῆς* ὃ προσδεξάμενος εἰς τὸ ὑπερουράνιόν σου θυσιαστήριον, ἀντικατάπεμψον ἡμῖν τὴν χάριν τοῦ παναγίου σου Πνεύματος.
Ἀρξαμένης δὲ τῆς στιχολογίας τοῦ Ψαλτηρίου, κλείεται ἐντελῶς ἡ ὡραία πύλη, ὁ δὲ ἱερεὺς ἀσκεπής ἐκτυλίσσει τὸ ἀντιμήνσιο ἐπὶ τῆς ἁγίας τραπέζης καὶ ἐλθὼν εἰς τὴν ἱερὰν πρόθεσιν λαμβάνει τὸ δισκάριον, τὸν ἀστερίσκον καὶ τὸ κάλυμμα καὶ φέρει αὐτὰ εἰς τὴν ἁγίαν τράπεζαν. Λαβὼν δὲ ἐκ τοῦ ἀρτοφορίου τὸν προηγιασμενον ἅγιον ἄρτον θέτει αὐτὸν ἐπὶ τοῦ δισκαρίου μετ’ ἄκρας εὐλαβείας* εἶτα ἐπιθέτει τὸν ἀστερίσκον λέγων τὸ˙
Δι’ εὐχῶν….
Καὶ καλύπτει αὐτὸ διὰ τοῦ καλύμματος, λέγων τὸ αὐτὸ˙ 
Δι’ εὐχῶν…
            Εἶτα λαβών τὸ θυμιατὸν θυμιᾶ τρίς καὶ ποιήσας τρεῖς μεγάλας μετανοίας ἐπαίρει τὰ ἅγια ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ προπορευομένου τοῦ κανδηλανάπτου μετὰ λαμπάδος καὶ θυμιατοῠ, ἔρχεται εἰς τὴν ἱερὰν πρόθεσιν καὶ ἀποθέτει αὐτὰ ἐκεῖ.
            Εἶτα βάλλει ἐν τῷ ἁγ. Ποτηρίῳ οἶνον καὶ ὕδωρ ὁμοῦ λέγων τὸ* 
Δι’ εὐχῶν…
            Καὶ περικαλύπτει αὐτὸ μὲν διὰ τοῦ καλύμματος, ἀμφότερα δὲ διὰ τοῦ ἀέρος καὶ πάλιν θυμιᾶ τρίς λέγων τὸ*
Δι’ εὐχῶν…
Καὶ οὐδὲν ἕτερον καὶ ἀπέρχεται εἰς τὴν ἁγίαν τράπεζαν καὶ θυμιᾶ αὐτὴν καὶ ὅλον τὸ ἱερατεῖον.
            Εὐχή τῆς προθέσεως οὐ λέγεται* προηγιασμένη γὰρ καὶ προτετελειωμένη καὶ προεισδεδεγμένη θυσία ἐστίν.
Ὁ Ἀναγνώστης
ΚΑΘΙΣΜΑ ΙΗ’ (Τὰ πρὸς Κύριον)
Σ τ ά σ ι ς   π ρ ώ τ η
Ψαλμός ριθ’ (119)
Π
ρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέ μου. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τὶ δοθείη σοι καὶ τὶ προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Οἴμοι! ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδάρ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικὸς* ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν μὲ δωρεάν.
Ψαλμός ρκ’ (120)
ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὅρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου, τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δώης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξη ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιὰν σου. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Ψαλμός ρκα’ (121)
Ε
ὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι* Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ᾖσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό! Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον   τῷ  Ἰσραήλ,  τοῦ  ἐξομολογήσασθαι  τῷ ὀνόματι Κυρίου. Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυϊδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ* καὶ εὐθηνία τοῖς ἀγαπῶσι σε. Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβαρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ. Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθὰ σοι.
Ψαλμός ρκβ’ (122)
Π
ρὸς σὲ ᾖρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρήσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν* τὸ ὄνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.
Ψαλμός ρκγ’ (123)
Ε
ἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραὴλ* εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφ’ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς. Ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφ’ ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς. Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν* ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐρρύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐρρύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι˙ καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων˙ ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεὸς (τρίς). Μετανοίας (τρεῖς). Κύριε ἐλέησον (τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι*

Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς* Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς• Ἀμὴν.
Ὁ Ἱερεὺς
            Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς• Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς*
Εὐχή τοῦ β΄ἀντιφώνου.
Κ
ύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς* ἀλλὰ ποίησον μεθ’ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν* ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου* φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας* καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν* πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων.
Ἐκφώνως
      Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασίλεια καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ  Πατρὸς  καὶ  τοῦ  Υἱοῦ  καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης ἐμμελῶς* Ἀμήν.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Στάσις  Δευτέρα
Ψαλμός ρκδ’ (124)
Ο
ἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὂρος Σιὼν* οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλω αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδία. Τοὺς δὲ ἐκκλίνοντας εἰς τάς στραγγαλιάς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν* Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.
Ψαλμός ρκε’ (125)
ν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιών, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι.Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν* Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ’ ἡμῶν* ἐγενήθημεν εὐφραινόμενοι.  Ἐπίστρεψον,Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν, ὡς χειμάρρους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσι ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν.
Ψαλμός ρκς’ (126)
ὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες. Ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης. Ὅταν δῶ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν* οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Ψαλμός ρκζ’ (127)
Μ
ακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι* μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῠσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου. Οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλω τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ  πάσας τάς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Ψαλμός ρκη’ (128)
Π
λεονάκις ἐπολέμησαν μὲ ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ. Πλεονάκις ἐπολέμησαν μὲ ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοὶ* ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη. Οὐ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων. Καὶ οὐκ εἶπον οἱ παράγοντες* Εὐλογία Κυρίου ἐφ’ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι' καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων' ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι ὁ Θεὸς(τρίς). Κύριε, ἐλέησον (τρίς). Μετανοίας (τρεῖς).
Δόξα Πατρί, καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι*

Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς' Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς* Ἀμὴν.
Ὁ Ἱερεὺς
            Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς' Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς'
Εὐχή τοῦ γ’ ἀντιφώνου
Κ
ύριε ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου, ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου, καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου* ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα* καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαι σὲ ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.
Ἐκφώνως
      Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης ἐμμελῶς' Ἀμήν.

καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Στάσις Τρίτη
Ψαλμός ρκθ’ (129)
κ βαθέων ἐκέκραξά σοι, Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου. Γενηθήτωσαν τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου, εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον. Ἀπὸ φυλακῆς πρωϊας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωϊας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις* καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Ψαλμός ρλ’ (130)
Κ
ύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου. Οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινόφρουν, ἀλλὰ ὓψωσα τὴν ψυχήν μου, ὡς τὸ ἀπογε-γαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῠν καὶ ἕως τοῦ αἰῶνος.

Ψαλμός ρλα’ (131)
Μ
νήσθητι, Κύριε, τοῦ Δαυϊδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἲκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνῃς στρωμνῆς μου. Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου. Ἕως οὗ εὓρῳ τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν  εἰς  τὸν  τόπον,  οὗ  ἔστησαν  οἱ  πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σύ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυϊδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. Ὤμοσε Κύριος τῷ Δαυϊδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῠτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ἠρετίσατο αὐτὴν εἰς κατοικίαν αὐτῷ. Αὐτὴ ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ᾧδε κατοικήσω, ὅτι ἠρετισάμην αὐτήν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ   ἐξανατελῶ   κέρας  τῷ  Δαυϊδ*  ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

Ψαλμός ρλβ’ (132)
δοὺ δὴ τὶ καλόν, ἢ τί τερπνόν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς  μύρον  ἐπὶ  κεφαλῆς, τὸ  καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ὤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμών, ἡ καταβαίνουσα ἐπὶ τὰ ὅρη Σιών. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωήν ἕως τοῦ αἰῶνος.

Ψαλμός ρλβ’ (133)
δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἲκω Κυρίου, ἐν αὐλαῖς οἲκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξίν ἐπάρατε τάς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι' καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων' ἀμήν.
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα σοι, ὁ Θεὸς  (τρίς). Μετανοίας (τρεῖς). Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Χορὸς' Κύριε, ἐλέησον
Ὁ Ἱερεὺς
            Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ Χορὸς' Ἀμὴν.
Ὁ Ἱερεὺς
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.
Ὁ Χορὸς' Σοί, Κύριε.
Ὁ Ἱερεὺς τὴν εὐχὴν μυστικῶς*
Εὐχή  τοῦ  δ’  ἀντιφώνου
τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου, τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ˙ καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σὲ ἐν ἀληθεία καὶ φυλασσόντων τάς ἐντολάς σου˙ πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.
Ἐκφώνως
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ Χορὸς˙Ἀμὴν.
Καὶ ἀνοίγεται μόνον τὸ καταπέτασμα τῆς ὡραίας πύλης.
Εἶτα ὁ χορὸς ψάλλει συντομώτερον καὶ ταπεινοτέρα τῇ φωνῇ τοὺς ψαλμοὺς τοῦ Λυχνικοῦ καὶ ὁ Ἱερεὺς θυμιᾶ κατὰ τὴν τάξιν ὅλον τὸν ναόν.
Ψαλμός ρμ’ (140)
Κ
ύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου. Εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου* πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε. Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χείρων μου θυσία ἐσπερινή. Εἰσάκουσόν μου, Κύριε. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασιζεσθαι προφάσεις ἐν ἁμαρτίαις. Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυασω μετὰ τῶν ἐκλεκτων αὐτῶν. Παιδεύσει μὲ δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει μὲ* ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανατω τὴν κεφαλήν μου. Ὅτι ἐτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν* κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδύνθησαν* ὡσεὶ πάχος γῆς ἐρράγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν Ἄδην. Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου* ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Φύλαξον μὲ ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδαλῶν τῶν ἐργαζομένων τὴν ἀνομίαν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοὶ* κατὰ μόνας εἶμι ἐγώ, ἕως ἂν παρέλθω.

Ψαλμός ρμα’ (141)
Φ
ωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τάς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Ἀπώλετο φυγὴ ἀπ’ ἐμοῦ καὶ οὔκ ἐστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Ἐκέκραξα πρὸς σέ, Κύριε* εἶπα* Σύ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῆ ζώντων. Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα. Ῥυσαὶ με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Εἶτα ψάλλονται τροπάρια ἐκ τοῦ Τριωδίου καὶ τοῦ Μηναίου, προτασσομένων τῶν οἰκείων στίχων.

Στίχ. Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.
Ἰδιόμελον. Ἦχος βαρύς.
Τ
οῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύσω ἀτενίσαι πρὸς σὲ ὕψιστε* ἀλλὰ κάτω νενευκώς Χριστέ, ὡς ὁ τελώνης, δέομαι κραυγάζων σοι* Ὁ Θεός, ἱλάσθητί μοι καὶ σωσὸν με.
           
Στίχ. Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.
Τὸ αὐτὸ
Τ
οῖς πάθεσι δουλώσας, τῆς ψυχῆς μου τὸ ἀξίωμα, κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύσω ἀτενίσαι πρὸς σὲ ὕψιστε* ἀλλὰ κάτω νενευκώς Χριστέ, ὡς ὁ τελώνης, δέομαι κραυγάζων σοι* Ὁ Θεός, ἱλάσθητί μοι καὶ σωσὸν με.

Εἶτα τὰ δ’ μαρτυρικά, τὰ κατὰ τὸν τυχόντα ἦχον (ἐν τέλει τοῦ παρόντος).

Καί δ’ τοῦ Μηναίου μετά τῶν ὑπολοίπων  στίχων*
Στίχ. ζ’. Ἀπὸ φυλακῆς πρωϊας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωϊας, ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
            Στίχ. η’. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος, καὶ πολλὴ παρ’ αὐτῷ λύτρωσις* καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
            Στίχ. θ’. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
            Στίχ. ι’. Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

Δόξα* τό νεκρώσιμον Καὶ νῦν* Θεοτοκίον
(ἀμφότερα τοῦ ἤχου)

Ψαλλομένου τοῦ δοξαστικοῦ, ἀνοίγονται τὰ βημόθυρα καὶ ἐξέρχεται Ἱερεὺς διὰ τῆς βορείου πύλης, μετὰ θυμιατηρίου, ἐν μνήμη ἐορταζομένου ἁγίου καὶ τῇ ἁγία καὶ Μεγάλη ἑβδομάδι μετὰ τοῦ Εὐαγγελίου, καὶ γίνεται μικρὰ εἴσοδος.
Σταθέντος ἐν τῷ συνήθει τόπῳ, λέγει χαμηλῇ τῇ φωνῇ*

Τοῦ Κυρίου δεηθῶμεν.
Ὁ Ἱερεὺς δέεται μυστικῶς
Εὐχή τῆς εἰσόδου
σπέρας καὶ πρωϊ καὶ μεσημβρία αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σο, δέσποτα τῶν ἀπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν, ὡς θυμίαμα ἐνώπιόν σου* καὶ μὴ ἐκκλίνῃς τάς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τάς ψυχὰς ἡμῶν* ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν, καὶ ἐπὶ σοὶ ἠλπίσαμεν* μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.
            Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.

Ὁ Ἱερεὺς εὐλογῶν λέγει*
Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.

Θυμιάσας κατ’ ἀνατολὰς σταυροειδῶς, λέγει ἐκφώνως*
Σοφία. Ὀρθοί.

Καὶ εἰσέρχεται ἐν τῷ ἱερῷ βήματι.
Ὁ Ἀναγνώστης τὴν ἐπιλύχνιον εὐχαριστίαν*
Φ
ῶς ἱλαρὸν ἁγίας δόξῃς, ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἐσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς, ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωήν ὁ διδοὺς* διὸ ὁ κόσμος σὲ δοξάζει.

Ὁ Ἱερεὺς ἐκφώνως*
Ἑσπέρας.
Εἶτα ὁ Ἀναγνώστης ποιεῖται τὴν ἀνάγνωσιν τῆς ἡμέρας.

Προκείμενον. Ἦχος δ’. Ψαλμὸς οθ’ (79)
Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ἐμφάνηθι.
Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.

Ὁ Ἱερεὺς
Σοφία
Ὁ Ἀναγνώστης
Γενέσεως τό ἀνάγνωσμα (ιβ’ 1-7)
Ὁ Ἱερεὺς
Πρόσχωμεν

Ὁ Ἀναγνώστης
Ε
ἶπεν Κύριος τῷ Ἂβραμ* Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῠρο εἰς τὴν γῆν, ἣν ἂν σοι δείξω* καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε, καὶ μεγαλύνω τὸ ὀνομά σου, καὶ ἔση εὐλογημένος* καὶ εὐλογήσω τοὺς εὐλογουντὰς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι* καὶ εὐλογηθήσονται ἐν σοῖ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Καὶ ἐπορεύθη Ἂβραμ, καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεὸς* καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ. Ἂβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν. Καὶ ἔλαβεν Ἂβραμ Σάρραν τὴν γυναίκα αὐτοῦ, καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο καὶ πᾶσαν ψυχήν, ἣν ἐκτήσαντο ἐκ Χαρράν, καὶ ἐξήλθοσαν πορευθῆναι εἰς γῆν Χαναάν. Καὶ διώδευσεν Ἂβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου Συχέμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλὴν* οἱ δὲ Χαναναῖοι τότε κατώκουν τὴν γῆν. Καὶ ὢφθη Κύριος τῷ Ἂβραμ, καὶ εἶπεν αὐτῷ. Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην* καὶ ὠκοδόμησεν ἐκεῖ Ἂβραμ θυσιαστήριον Κυρίω τῷ ὀφθέντι αὐτῷ.

Προκείμενον. Ἦχος β΄. Ψαλμὸς π’ (80)
Ἀγαλλιασθε τῷ Θεω τῷ βοηθῶ ἡμῶν.
Στίχ. Λάβετε ψαλμόν, καί δότε τύμπανον.

Εἶτα ὁ Ἀναγνώστης ἐκφωνεῖ ἐντονώτερον καὶ ἐμμελῶς*
Κέλευσον!
Ὁ Ἱερεὺς κρατῶν ἐν τῇ δεξιὰ λαμπάδα ἀνημμένην καὶ θυμιατήριον ἐξηρτημένον, ἵσταται ἐνώπιον τῆς ἁγίας τραπέζης καὶ φωτίζων, ἤτοι σφραγίζων διὰ τῆς λαμπάδος σταυρωειδῶς, ἐπιφωνεῖ*
Σοφία. Ὀρθοὶ.
Εἶτα ἱστάμενος ἐπὶ τοῦ σολέα καὶ βλέπων πρὸς τὴν εἰκόνα τοῦ Χριστοῦ ἐκφωνεῖ*
Φῶς Χριστοῦ.

στρεφόμενος δὲ πρὸς τὸν λαὸν*
φαίνει πᾶσι.

καὶ εὐλογῶν διὰ τῆς λαμπάδος σταυροειδῶς, ἐπανέρχεται εἰς τὸ ἱερὸν παραδίδων τήν τε λαμπάδα καὶ τὸ θυμιατόν.

Ὁ Ἀναγνώστης ἀπαγγέλλει*
Παροιμιῶν τὸ ἀνάγνωσμα  (ιδ’ 15-26).
Ὁ Ἱερεὺς
Σοφία. Πρόσχωμεν.
Ὁ Ἀναγνώστης
κακος ἀνὴρ πιστεύει παντὶ λόγω, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν. Σοφὸς φοβηθείς ἐξέκλινεν ἀπὸ κακοῦ* ὁ δὲ ἄφρων, ἐαυτῶ πεποιθώς μίγνυται ἀνόμω. Ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει. Μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων. Φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί. Ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ὁ ἐλεῶν δὲ πτωχοὺς μακαριστός. Πλανώμενοι ἄδικοι τεκταίνουσι κακὰ* ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσι ἀγαθοί. Οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν* ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς. Ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἠδὺς καὶ ἀνάλγητος ἐν ἐνδεία ἐσται. Στέφανος σοφῶν πλοῦτος αὐτῶν* ἡ δὲ διατριβὴ ἀφρόνων κακή. Ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστὸς* ἐκκαίει δὲ ψευδῆ δόλιος. Ἐν φόβω Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείψει ἔρεισμα εἰρήνης.

Ὁ Ἱερεύς, εὐλογῶν τὸν ἀναγνώστην, λέγει*
Εἰρήνη σοι.
           
Ὁ Ἱερεὺς ἱστάμενος πρὸ τῆς ἁγίας Τραπέζης καὶ θυμιῶν ἐλαφρῶς, ψάλλει κατανυκτικῶς τὸ  Κατευθυνθήτω,  κατὰ μὲν τὴν Α΄ἑβδομάδα τῶν Νηστειῶν, τὴν Μ. Ἑβδομάδα καὶ ἐν μνήμη ἐορταζομενου ἁγίου, τὸ ἀργὸν εἰς ἦχον πλ. β’, τάς δὲ λοιπὰς Προηγιασμένας, τὸ σύντομον εἰς ἦχον πλ. α’, ἡμεῖς δὲ ἐπὶ γόνυ κείμεθα εὐχόμενοι.
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

Εἶτα ἐπαναλαμβάνουσι τὸ αὐτὸ εἰς τὸν αὐτὸν ἦχον οἱ χοροὶ ἐναλλάξ, τετράκις, κάτω τῶν στασιδίων ἱστάμενοι, ἐν ἱερεὺς εἰς ἕκαστον  Κατευθυνθήτω θυμιᾷ κύκλω ἑκάστην πλευρὰν τῆς ἁγίας τραπέζης λέγων ἐκφώνως*

Ὁ Ἱερεὺς
Εἰς τὸ δεξιὸν τῆς ἁγίας τραπέζης*
            Στίχ. α’. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Ὄπισθεν τῆς ἁγίας τραπέζης*
            Στίχ. β’. Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Εἰς τὸ ἀριστερὸν τῆς ἁγίας τραπέζης*
            Στίχ. γ’. Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.
Ὁ Ἱερεὺς
Ἔμπροσθεν τῆς ἁγίας τραπέζης*
            Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ὁ Χορὸς
Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου* ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

Ὁ Ἱερεὺς ὤν ἤδη ἔμπροσθεν τῆς ἁγίας τραπέζης ἐπαναλαμβάνει*
Κατευθυνθήτω ἡ προσευχή μου,
Ἐξελθὼν δὲ εἰς τὴν ὡραίαν πύλην, θυμιᾷ τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ ψάλλων*
ὡς θυμίαμα ἐνώπιόν σου
Ἀκολούθως θυμιᾷ τάς λοιπὰς εἰκόνας, τὸν ναὸν καὶ τὸν λαόν, ἐνῶ ὁ χορὸς ψάλλει τὸ ὑπόλοιπον*
ἔπαρσις τῶν χειρῶν μου, θυσία ἑσπερινή.

Ὁ Ἱερεὺς
ἔμπροσθεν τῆς ἁγίας τραπέζης λέγει τὴν ἐκτενῆ ταύτην*
              Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Ὁ Χορὸς εἰς ἑκάστην δέησιν τὸ Κύριε, ἐλέησον  (3)

Ὁ Ἱερεὺς
Κύριε, παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.
            Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθα σοῦ ἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν……
Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν, τῶν ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας ἐκκλησίας ταύτης.
Ἔτι δεόμεθα ὑπὲρ τῶν μακαρίων καὶ ἀοιδίμων κτιτορων τῆς ἁγίας ἐκκλησίας ταύτης, καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων, καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.
Ὁ χορὸς* Κύριε, ἐλέησον (ἅπαξ)
Τούτων λεγομένων, ὁ ἱερεὺς ἀναγινώσκει μυστικῶς τὴν εὐχὴν ταύτην*
Εὐχή τῆς ἐκτενοῦς ἱκεσίας.
Κ
ύριε, ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρὰ τῶν σῶν δούλων, καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς, καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Ἐκφώνως
            Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς* Ἀμήν.

Εἶτα ὁ ἱερεὺς λαμβάνει τὸ ἱερὸν Εὐαγγέλιον καὶ ποιεῖ σταυρὸν ἐπάνω τοῦ ἁγίου ἀντιμηνσίου, καὶ ἄρχεται λέγων τὰ κατηχούμενα.

Εὔξασθε οἱ κατηχούμενοι τῷ Κυρίῳ.
Ὁ χορὸς λέγει σὲ κάθε αἴτησι χύμα τὸ*  Κύριε, ἐλέησον (ἅπαξ).
Οἱ πιστοὶ ὑπὲρ τῶν κατηχουμένων δεηθῶμεν.
Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήση.
Κατηχήση αὐτοὺς τὸν λόγον τῆς ἀληθείας.
Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης.
Ἐνώση αὐτοὺς τῇ ἁγίᾳ, καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησία.
Σῶσον, ἐλέησον, ἀντιλαβοῦ, καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι.
Οἱ κατηχούμενοι τάς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.
Ὁ χορὸς* Σοί, Κύριε.

Ὁ Ἱερεὺς πρὸ τοῦ ἀπλωθῆναι τὸ εἰλητόν, δέεται μυστικῶς λέγων*
Εὐχή ὑπὲρ τῶν κατηχουμένων.
Θεός, Θεὸς ἡμῶν, κτίστης καὶ δημιουργὸς τῶν ἀπάντων, πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπιβλέψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους, καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιὰς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικείμενου* καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τάς ψυχὰς καὶ τὰ σώματα, καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνη, ἐφἥν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.
Ἐκφώνως
            Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἐνταῦθα ὁ ἱερεὺς λαμβάνων τὸ ἱερὸν Εὐαγγέλιον καὶ σφραγίζων δι’ αὐτοῦ σταυροειδῶς τὸ εἰλητόν, ἐφαπλοῖ αὐτὸ ἐπὶ τῆς ἁγίας τραπέζης, τὸ δὲ ἱερὸν Εὐαγγέλιον ἀποτίθησιν εἰς τὸ ἄνῳ μέρος αὐτῆς.
Ὁ χορὸς* Ἀμήν.

Ὅσοι κατηχούμενοι προέλθετε* μή τις τῶν κατηχουμένων.
Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς
Σοφία.

Καὶ λέγει τὴν α’ εὐχὴν τῶν πιστῶν μετὰ τὸ ἀπλωθῆναι τὸ εἰλητὸν*
Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σύ πάσας ἡμῶν τάς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶττα καθαρευέτω ῥημάτων ἀπρεπῶν* ἅγνισον ἡμῶν τὰ χείλη τὰ αἰνοῦντὰ σε, Κύριε* τάς χεῖρας ἡμῶν ποίησον, τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τά σοί εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν, τῇ σῇ κατασφαλιζόμενος χάριτι.
Ἐκφώνως
     Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις,  τῷ  Πατρὶ  καὶ  τῷ  Υἱῷ  καὶ  τῷ  Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς* Ἀμήν.
Ὁ Ἱερεὺς
Ἒτι καὶ ἔτι ἐν εἰρήνη τοῦ Κυρίου δεηθῶμεν.
Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς
Σοφία.

Εὔχεται μυστικῶς λέγων*
Εὐχὴ β’  τῶν πιστῶν.
Δ
έσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμὲν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ, καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξῃς. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ σῶμα, καὶ τὸ ζωοποιὸν αἷμα κατὰ τὴν παροῦσαν ὤραν εἰσπορευόμενα, τῇ μυστικὴ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιὰς οὐρανίου ἀοράτως δορυφορούμενα* ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι, ἵνα δι’ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι, υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.
Ἐκφώνως
            Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθ’ οὐ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς* Ἀμήν.
Εὐχὴ τοῦ χερουβικοῦ οὐ λέγεται.

Καὶ ψάλλεται ὑπὸ τοῦ χοροῦ, ἀργῶς καὶ κατανυκτικῶς εἰς ἦχον πλ. β’, ἀντὶ Χερουβικοῦ, τὸ ἑπόμενον, ὅπερ ἀναγινώσκει καὶ ὁ ἱερεὺς μυστικῶς (τρίς), ἔμπροσθεν τῆς ἁγίας τραπέζης, προσκυνῶν τρὶς*

Ὁ Ἱερεὺς
Ν
ῦν αἱ δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρευουσιν* ἰδοὺ γὰρ εἰσπορευεται ὁ βασιλεὺς τῆς δόξῃς.
         

***Ἰδοὺ θυσία μυστικὴ τετελειωμένη δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. 
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Τοῦ Χερουβικοῦ ψαλλομένου, ὁ Ἱερεὺς λαμβάνει τὸ θυμιατήριον μετὰ θυμιάματος. Εὐλογεῖ αὐτὸ ὁ Ἱερεύς, ὡς συνήθως, καὶ ἄνευ χρονοτρίβῃς, θυμιᾶ ἀθορύβως τὴν ἁγίαν τράπεζαν, τὴν ἱερὰν πρόθεσιν καὶ ὅλον τὸ ἱερατεῖον, ὡς πάντοτε, λέγων καθ’ ἑαυτὸν τὸ*
Δεῦτε προσκυνήσωμεν…
καὶ τὸν ν΄ψαλμὸν*
Ἐλέησόν με ὁ Θεός…
Καὶ ἀνοίξας τὴν ὡραίαν πύλην, θυμιᾶ τάς ἁγίας εἰκόνας, τὸν ναὸν καὶ ὅλον τὸν λαόν. Ἐπανελθὼν εἰς τὸ ἱερὸν ἀποδίδει τὸ θυμιατόν, καὶ προσκυνήσας, ἔρχεται εἰς τὴν ὡραίαν πύλην καὶ λαβὼν συγχώρησιν παρὰ τοῦ λαοῦ, ἔρχεται ἐν τῇ ἱερὰ προθέσει καὶ θυμιᾶ, ποιῶν δὲ μετανοίας τρεῖς λέγει*
Ὁ Θεὸς ἰλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησον με.
            Τοῦ χοροῦ περατώσαντος τὸ πρῶτον μέρος τοῦ Χερουβικοῦ (μέχρι τῆς φράσεως…ὁ βασιλεὺς τῆς δόξῃς) γίνεται βαθεῖα σιγή. Καὶ πάντων προσπεσόντων ἕως ἐδάφους καὶ λεγόντων καθ’ ἑαυτοὺς* Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς* ἀμὴν.

Ἐξέρχεται τῆς βορείου πύλης τοῦ ἱεροῦ, κανδυλανάπτης  κρατῶν  λαμπάδα καὶ θυμιατόν, θυμιῶν ἀθορύβως, δὲ ἱερεὺς φέρων τὸν ἀέρα ἐπὶ κεφαλῆς καὶ    κρατῶν διὰ τῆς δεξιὰς χειρὸς  ἐπὶ κεφαλῆς αὐτοῦ τὸ ἱερὸν δισκάριον καὶ  διὰ τῆς ἀριστερὰς τὸ ἅγιον ποτήριον,  ν ε υ  τινός  κ φ ω ν ή σ ε ω ς, καὶ εἰσέρχεται χωρὶς ἑλιγμοὺς κατεὐθεῖαν διὰ τῆς ὡραίας πύλης, εἰς τὸ ἱερὸν βῆμα καὶ κλείεται ὡραία πύλη, ἀνοιγομένη μόνον εἰς τὸ Μετὰ φόβου ΘεοῦΚαὶ ἀποθέτει ἱερεὺς τὰ ἅγια ἐπὶ τῆς ἁγίας τραπέζης, ἀφαιρεῖ ἀπαὐτῶν τὰ καλύμματα καὶ σκεπάζει αὐτὰ διὰ τοῦ ἀέρος.

Οἱ πιστοὶ ἀνίστανται ποιοῦντες μετανοίας μεγάλας τρεῖς. Ὁ δὲ χορὸς ἑξακολουθεῖ τὸ διακοπὲν ᾆσμα ἀπὸ τοῦ στίχου*  Ἰδοὺ θυσία μυστική…

Ὁ Ἱερεὺς
Πληρώσωμεν τὴν ἑσπερινήν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Ὁ χορὸς μεθ’ ἑκάστην δέησιν ψάλλει*
Κύριε, ἐλέησον

Ὁ Ἱερεὺς
Ὑπὲρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.
Ὅπως φιλάνθρωπος Θεὸς ἡμῶν, προσ-δεξάμενος αὐτὰ εἰς τό ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ Ἁγίου Πνεύματος, δεηθῶμεν.
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

Ὁ χορός, μεθ’ ἑκάστην δέησιν ψάλλει*
Παράσχου, Κύριε

Ὁ Ἱερεὺς
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν, ἐν εἰρήνῃ καὶ μετανοία ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.
Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ Ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ χορὸς* Σοί, Κύριε.
Ὁ Ἱερεὺς ἐπεύχεται μυστικῶς*
Εὐχὴ μετὰ τὸ ἀποτεθῆναι τὰ ἅγια ἐν τῇ ἁγίᾳ τραπέζῃ.
τῶν ἀρρήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρ’ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι, ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλὴν σου φιλανθρωπίαν, εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῠ λαοῦ ἀγνοημάτων* αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, ἔπιδε ἐφ’ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τούς τῷ ἁγίῳ τούτῳ θυσιαστηρίῳ, ὡς τῷ χερουβικῷ σου παριστάμενος θρόνῳ, ἐφ’ ᾧ ὁ μονογενὴς σου Υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων* καὶ πάσης ἡμᾶς καὶ τὸν πιστὸν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τάς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ, ἵνα ἐν καθαρῶ συνειδότι, ἀνεπαισχύντω προσώπῳ, πεφωτισμένη καρδία, τῶν θείων τούτων μετα-λαμβάνοντες ἁγιασμάτων καὶ ὑπ’ αὐτῶν ζωοποιούμενοι, ἐνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῷ Θεῷ ἡμῶν, τῷ εἰπόντι* Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ* ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει ἤ λόγῳ ἤ κατὰ διάνοιαν ἐνεργουμένης καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς ἁγίοις σου τοῖς ἀπ’ αἰῶνός σοι εὐαρεστήσασιν.
Ἐκφώνως
            Καὶ καταξίωσον ἡμᾶς, δέσποτα, μετὰ παρρησίας, ἀκατακρίτως τολμᾶν ἐπικαλεῖσθαί σε, τὸν ἐπουράνιον Θεόν, Πατέρα καὶ λέγειν*

Ὁ Ἀναγνώστης
            Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεῖά σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς* τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῠσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεὺς
            Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς* Ἀμήν.

Ὁ Ἱερεὺς*
Εἰρήνη πᾶσι.
χορὸς*
Καὶ τῷ πνεύματί σου.

Ὁ Ἱερεὺς*
Τάς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ χορὸς* Σοί, Κύριε.
Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς λέγων*
Εὐχή  τῆς  κεφαλοκλισίας
Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνω ὄμματι ἐπὶ πάντα τὸν λαόν σου, καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων* σοί γὰρ τάς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.
Εἶτα ἐπαίρων τὸν ἀστερίσκον, ἐκφωνεῖ *
            Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὁ χορὸς ἀργῶς* Ἀμὴν.

Ὁ Ἱερεὺς κλινόμενος ἐπεύχεται μυστικῶς λέγων*
Π
ρόσχες Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξῃς τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνῳ τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών. Καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώματός σου καὶ τοῦ τιμίου σου αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.
Ὁ Ἱερεὺς προσκυνῶν τρὶς λέγει καθ’ ἑαυτὸν*
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.
Ἐπικεκαλυμμένων ὄντων τῶν θείων δώρων, βαλών τάς χεῖρας ἅπτεται τοῦ ζωοποιοῦ ἄρτου μετ’ εὐλαβείας καὶ φόβου πολλοῦ. Οὐ γὰρ ὑψοῖ ἀρτίως τὸν θεῖον ἄρτον, ἐπεὶ προηγιασμένος ἐστίν, καί ἐκφωνεῖ*
Πρόσχωμεν.
Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις.

Ὁ χορὸς*
Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρὸς* ἀμήν.
Καί ψάλλει τό κοινωνικόν*
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.
Ἐν μνήμῃ ἑορταζομένου ἁγίου, κοινωνικὸν*
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Ὁ Ἱερεὺς ἀποκαλύψας τὰ ἅγια, ἐκπληροῖ τὴν μετάληψιν τῶν θείων δώρων, ὡς καὶ ἐν ταῖς ἄλλαις θείαις λειτουργίαις*
Μελίζων τόν ἅγιον ἄρτον εἰς τέσσαρα τμήματα, λέγει*
Μελίζεται καὶ διαμερίζεται ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ μελιζόμενος καὶ μὴ διαιρούμενος, ὁ πάντοτε ἐσθιόμενος καὶ μηδέποτε δαπανώμενος, ἀλλὰ τοὺς μετέχοντας ἁγιάζων.
ΙΣ
ΝΙ    ΚΑ
ΧΣ
Λαβὼν τὴν κειμένην μερίδα τὴν ἔχουσαν τοὺς χαρακτῆρας ΙΣ ποιεῖ σὺν αὐτῇ σταυρὸν ἐπάνω τοῦ ἁγίου ποτηρίου λέγων*
Πλήρωμα ποτηρίου, πίστεως, Πνεύματος Ἁγίου.
Ἀμήν.
Καὶ ἐμβάλλει ταύτην εἰς τὸ ἁγ. ποτήριον.

Λαβὼν τὸ ζέον καὶ εὐλογών αὐτό, λέγει*
Εὐλογημένη ἡ ζέσις τῶν ἁγίων σου, πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.
Ἐκχέων τὸ ἀρκοῦν ζέον ἐν τῷ ἁγ. ποτηρίῳ λέγει*
Ζέσις πίστεως, πλήρης  Πνεύματος Ἁγίου* ἀμὴν

Ὑποκλίνας τὴν κεφαλὴν ἀναγινώσκει εὐλαβῶς τάς εὐχὰς τῆς ἁγ. μεταλήψεως*
Π
ιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ἀληθῶς ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σώσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω, ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον αἷμά σου. Δέομαι οὖν σου* Ἐλέησόν με, καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοία* καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν αἰώνιον*ἀμήν.
Ἐρχόμενος δὲ μεταλαβεῖν λέγει τοὺς ἑξῆς στίχους τοῦ Μεταφραστοῦ*
Ἰδού, βαδίζω πρὸς θείαν κοινωνίαν.
Πλαστουργέ, μὴ φλέξης με τῇ μετουσίᾳ.
Πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον.
Ἀλλ’ οὖν καθαρὸν ἐκ πάσης με κηλῖδος.
Εἶτα τὸ τροπάριον
Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν μὲ παράλαβε* οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω* οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας* ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοὶ* μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.

Εἶτα τοὺς παρόντας στίχους*
Θεουργὸν αἷμα φρῖξον, ἄνθρωπε, βλέπων.
Ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων.
Θεοῦ τὸ σῶμα καὶ θεοῖ με καὶ τρέφει.
Θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

Καὶ τὰ τροπάρια ταῦτα*
Ἒθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι* ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλω τάς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τάς δύο σκιρτῶν μεγαλύνω, ἀγαθὲ παρουσίας σου.

Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτὼν με ἐλέγχει, ὅτι οὔκ ἐστι τοῦ γάμου καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων* καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με, ὡς φιλάνθρωπος.

Καὶ τὴν παροῦσαν εὐχὴν*
Δεσπότα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῠτα, διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλ’ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀρραβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι* τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.
Καί πάλιν
Τοῦ δείπνου σου τοῦ μυστικοῦ, σήμερον, Υἱὲ Θεοῦ, κοινωνὸν μὲ παράλαβε* οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω* οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας* ἀλλ’ ὡς ὁ λῃστὴς ὁμολογῶ σοὶ* μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου.
Ὁ Θεὸς ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ καὶ ἐλέησόν με.(τρίς)
Ἰδοὺ προσέρχομαι Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν. Μεταδίδοταί μοι……..τῷ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον σῶμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.
Καὶ οὕτω μεταλαμβάνει τοῦ ἁγίου ἄρτου.

Εἶτα λαβών ὁ ἱερεὺς τὸ ἅγιον ποτήριον μετὰ τοῦ καλύμματος λέγει*
Ἒτι μεταδίδοταί μοι………τῷ πρεσβυτέρῳ τὸ τίμιον καὶ πανάγιον καὶ πανακήρατον καὶ ζωηρὸν αἷμα τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσίν μου ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον.

Καὶ μεταλαμβάνει τρίτον ἐξ αὐτοῦ, οὐδὲν λέγων* καὶ ἀποσπογγίσας διὰ τοῦ ἐν χερσὶ καλύμματος τά τε ἴδια χείλη καὶ τὸ ἅγιον ποτήριον καὶ ἀσπασάμενος αὐτό, λέγει*

Τοῦτο ἥψατο τῶν χειλέων μου, καὶ ἀφελεῖ τάς ἀνομίας μου καὶ τάς ἁμαρτίας μου περικαθαριεῖ.

Πληρωθέντος δὲ τοῦ κοινωνικοῦ, καὶ ἀνοιχθείσης τῆς ὡραίας πύλης, ὁ Ἱερεὺς ἐξελθὼν καὶ κρατῶν κεκαλυμμένον τὸ ἅγιον ποτήριον, ἐκφωνεῖ*

Μετά φόβου Θεοῦ, πίστεως καί ἀγάπης προσέλθετε.

Ὁ Χορὸς χύμα
Ἀμήν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν.

Καὶ μεταλαμβάνουσιν οἱ πιστοί.
Καὶ μετὰ τὸ κοινωνῆσαι πάντας, ἱερεὺς ὑψῶν τὸ ἅγιον ποτήριον, λέγει*
Σῶσον, ὁ Θεός, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Καὶ ἐπιστρέφει εἰς τὴν ἁγίαν τράπεζαν.

χορὸς ψάλλει(ἀντὶ τοῦ Εἴδομεν τὸ φῶς), τὸ ἑξῆς*
Ε
ὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου* ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς Κύριος* Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Ὁ ἱερεὺς θυμιῶν (τρὶς) τὰ ἅγια λέγει μυστικῶς*
Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Προσκυνήσας καὶ λαβὼν τὰ ἅγια, λέγει μυστικῶς*

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν*

Ἐκφώνως στραφείς πρός τόν λαόν*
Πάντοτε, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

χορὸς* Ἀμήν.
ἱερεὺς φέρων τὰ ἅγια, ἀποθέτει αὐτὰ εἰς τὴν ἱερὰν πρόθεσιν, ἐπανέρχεται εἰς τὴν ἁγίαν τράπεζαν, καὶ διπλοῖ τὸ ἁγ. ἀντιμήνσιο, λέγων*
           
Ὀρθοὶ* Μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων, ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον, καὶ διαφύλαξον ἡμᾶς, Θεός, τῇ σῇ χάριτι.
Τὴν ἑσπέραν πᾶσαν, τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Ὁ χορός* Σοί, Κύριε.

Ὁ Ἱερεὺς ἐπεύχεται μυστικῶς*
Ε
ὐχαριστοῦμέν σοι, τῷ Σωτῆρι τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου σώματος καὶ αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, δέσποτα φιλάνθρωπε* φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου, καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.

Ἐκφώνως ποιῶν σταυρὸν μετὰ τοῦ Εὐαγγελίου ἐπὶ τοῦ ἀντιμηνσίου λέγει*
            Ὅτι σὺ εἶ ἁγιασμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς* Ἀμήν.
Ὁ Ἱερεὺς
Ἐν εἰρήνῃ προέλθωμεν
Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ Ἱερεὺς ἐξελθὼν τῆς ὡραίας πύλης, καὶ στὰς πρὸ τῆς δεσποτικῆς εἰκόνος τοῦ Χριστοῦ, λέγει τὴν εὐχὴν*
Εὐχὴ ὀπισθάμβωνος
Δ
έσποτα παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δηγμιουργήσας, ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τάς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως* ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα, τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τάς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλᾶσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τὴν ἁγίαν ἀνάστασιν.
      Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς* Ἀμήν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος  (τρίς).

Ὁ ἱερεὺς ἐπὶ τῆς ἱερᾶς προθέσεως λέγει μυστικῶς τὴν εὐχὴν ἐν τῷ συστεῖλαι τὰ ἅγια*
Κ
ύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τάς πανσέπτους ἡμέρας ταύτας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνη καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων* ἀμήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Ὁ χορὸς* Κύριε, ἐλέησον.

Ὁ ἱερεὺς ἐξερχόμενος εὐλογεῖ τὸν λαόν, λέγων*
Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφ’ ἡμᾶς, τῇ αὐτοῦ χάριτι καὶ φιλανθρωπία, πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ χορὸς* Ἀμήν.

Ὁ ἱερεὺς ποιεῖ τὴν ἀπόλυσιν*
Δόξα σοι, Χριστέ ο Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Ὁ Ἀναγνώστης
Δόξα. Καὶ νῦν. Κύριε, ἐλέησον (τρὶς).
Δεσπότα ἅγιε, εὐλόγησον.
Ὁ ἱερεὺς
Χ
ριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ μητρὸς* δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων* ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν, (τοῦ ἁγίου τοῦ ναοῦ,)τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἂννης, (τοῦ ἁγίου τῆς ἡμέρας)καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ὁ ἀναγνώστης ἀναγινώσκει εὐκρινῶς τοὺς ψαλμούς λγ’ (33) καί ρμδ’(144).
Κατὰ τὴν διάρκειαν τῆς ἀναγνώσεως τῶν ψαλμῶν ὁ ἱερεὺς διανέμει τὸ ἀντίδωρον.

Ὁ ἱερεὺς ἐν τέλει*
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς.

Ὁ χορὸς καὶ ὁ λαὸς* Ἀμήν.
******************************************

ΣΤΙΧΗΡΑ ΜΑΡΤΥΡΙΚΑ ΚΑΤ’ ΗΧΟΝ
Ψαλλόμενα τῇ Παρασκευῆ ἑσπέρας εἰς τὸ Κύριε ἐκέκραξα, μετὰ τὸ ἰδιόμελον τοῦ Τριωδίου.

ΗΧΟΣ Α’
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Τ
ῇ πρεσβείᾳ Κύριε, πάντων τῶν ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
*

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
 ἐν σταδίῳ ὑμῶν ὁμολογία ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε* διὸ καὶ τάς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε* γενέσθω Κύριε ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
*
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ω
 τῆς καλῆς ὑμῶν πραγματείας ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε. Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα* φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν ἀγγέλοις χορεύοντες, ὑμνεῐτε ἀπαύστως Τριάδα ὁμοούσιον.
*
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Π
ανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ’ οὐρανὸς ὑπεδέξατο* ὑμῖν ἠνοίγησαν παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε* Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
*
Δόξα. Ἰδιόμελον. Ἦχος α’
Νεκρώσιμον. Ποίημα Ἰωάννου μοναχοῦ.
Π
οία τοῦ βίου τρυφή, διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα* μία ῥοπή, καὶ ταῦτα πάντα, θάνατος διαδέχεται. Ἀλλ’ ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμω τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον
Τ
ὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα* αὓτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος* αὓτη τὸ μεσότοιχον τῆς ἐχθρὰς καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον* θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ* καὶ γὰρ αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

ΗΧΟΣ  Β’
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ο
ἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ ἀγγέλων συμπολῖται γεγόνασι. Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
*

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Τ
ῶν ἁγίων μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος, πίστει διασῴζεται.
*

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Χ
οροὶ μαρτύρων ἀντέστησαν, τοῖς τυράννοις λέγοντες* Ἡμεῖς στρατευόμεθα τῷ βασιλεῖ τῶν δυνάμεων* εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσετε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

*
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Μ
εγάλη ἡ δόξα, ἢν ἐκτήσασθε ἅγιοι, διὰ τῆς πίστεως* οὐ μόνον γὰρ ἐν τῷ πάσχειν τὸν ἐχθρὸν ἐνικήσατε, ἀλλὰ καὶ μετὰ θάνατον πνεύματα ἀπελαύνετε, ἀσθενοῦντας θεραπεύετε* ψυχῶν καὶ σωμάτων ἰατροί, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
*
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
Ο
ἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει* πρὸς τοὺς ἀνθρώπους τάς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Π
αρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης* ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας* ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος* ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

ΗΧΟΣ  Γ’
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Μ
εγάλη τῶν μαρτύρων σου Χριστὲ ἡ δύναμις* ἐν μνήμασι γὰρ κεῖνται, καὶ πνεύματα διώκουσι, καὶ κατήργησαν ἐχθροῦ τὴν ἐξουσίαν, τῇ πίστει τῆς Τριάδος, ἀγωνισάμενοι ὑπὲρ τῆς εὐσεβείας.
*
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Π
ροφῆται καὶ ἀπόστολοι Χριστοῦ, καὶ μάρτυρες, ἐδίδαξαν ὑμνεῖσθαι, Τριάδα ὁμοούσιον* καὶ ἐφώτισαν τὰ ἔθνη τὰ πεπλανημένα, καὶ κοινωνοὺς ἀγγέλων ἐποίησαν, τοὺς υἱοὺς τῶν ἀνθρώπων.
*
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ο
ἱ μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
*
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Μ
εγάλη τοῦ σταυροῦ σου, Κύριε, ἡ δύναμις* ἐπάγη γὰρ ἐν τόπῳ, καὶ ἐνεργεῖν ἐν κόσμῳ* καὶ ἀνέδειξεν ἐξ ἁλιέων ἀποστόλους, καὶ ἐξ ἐθνῶν μάρτυρας, ἵνα πρεσβεύωσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

*
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
Π
άντα ματαιότης τὰ ἀνθρώπινα, ὅσα οὐχ ὑπάρχει μετὰ θάνατον* οὐ παραμένει ὁ πλοῦτος* οὐ συνοδεύει ἡ δόξα* ἐπελθὼν γὰρ ὁ θάνατος, ταῦτα πάντα ἐξηφάνισται. Διὸ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ βοήσωμεν* Τοὺς μεταστάντας ἐξ ἡμῶν ἀνάπαυσον, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία.
Καὶ νῦν. Θεοτοκίον
Π
ῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου τόκον πανσεβάσμιε; Πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἤ φυρμόν, ἤ διαίρεσιν, ἀλλ’ ἑκατέρους οὐσίας τὴν ἰδιότητα σώαν φυλάξαντα. Διὸ μητροπάρθενε δέσποινα, αὐτὸν ἱκέτευε, σωθῆναι τάς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

ΗΧΟΣ  Δ’
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
 ἐνδοξαζόμενος, ἐν ταῖς μνείαις τῶν ἁγίων σου, Χριστὲ ὁ Θεός, ὑπ’ αὐτῶν δυσωπούμενος, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
*

Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
 τῶν ἁγίων μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ’ ἡμῶν δέχου τὴν ὑμνῳδίαν φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις τὸ μέγα ἔλεος.
*

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
χοντες παρρησίαν, πρὸς τὸν σωτῆρα ἅγιοι, πρεσβεύσατε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, ἄφεσιν πταισμάτων αἰτούμενοι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
*

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
ερεῖα ἔμψυχα, ὁλοκαυτώματα λογικά, μάρτυρες Κυρίου, θύματα τέλεια Θεοῦ, Θεὸν γινώσκοντα, καὶ Θεῷ γινωσκόμενα, πρόβατα, ὦν ἡ μάνδρα λύκοις ἀνεπίβατος* πρεσβεύσατε καὶ ἡμᾶς, συμποιμανθῆναι ὑμῖν, ἐπὶ ὕδατος ἀναπαύσεως.
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
Π
οῦ ἐστιν ἡ τοῦ κόσμου προσπάθεια; ποῦ ἐστιν ἡ τῶν προσκαίρων φαντασία; ποῦ ἐστιν ὁ χρυσός, καὶ ὁ ἄργυρος, πού ἐστι τῶν οἰκετῶν ἡ πλημμύρα, καὶ ὁ θόρυβος; πάντα τέφρα, πάντα κόνις, πάντα σκιά. Ἀλλὰ δεῦτε βοήσωμεν τῷ ἀθανάτῳ βασιλεῖ* Κύριε τῶν αἰωνίων σου ἀγαθῶν ἀξίωσον, τοὺς μεταστάντας ἐξ ἡμῶν, καὶ ἀνάπαυσον αὐτούς, ἐν τῇ ἀγήρῳ μακαριότητι.
Καὶ νῦν. Θεοτοκίον
 διὰ σὲ θεοπάτωρ προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλειά σοι ποιήσαντι* Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου* σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι* καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ* καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ δυνάμεσι* καὶ σώσῃ Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

ΗΧΟΣ  ΠΛ. Α’
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Τ
ῶν ἐπιγείων ἁπάντων καταφρονήσαντες, καὶ τῶν βασάνων ἀνδρείως κατατολμήσαντες, τῶν μακαρίων ἐλπίδων οὐκ ἠστοχήσατε, ἀλλ’ οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε, πανεύφημοι μάρτυρες* ἔχοντες παρρησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
*
Στίχ. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Τ
ὸν θυρεὸν τῆς πίστεως περιβαλλόμενοι, καὶ τῷ τύπῳ τοῦ σταυροῦ, ἑαυτοὺς διαναστήσαντες, πρὸς τάς βασάνους ἀνδρείως ἀπηυτομόλησαν, καὶ διαβόλου τὴν πλάνην, καὶ τὸ θράσος κατήργησαν, οἱ ἅγιοί σου Κύριε* αὐτῶν ταῖς ἱκεσίαις, ὡς παντοδύναμος Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
*
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Π
ρεσβεύσατε ὑπὲρ ἡμῶν ἅγιοι μάρτυρες, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν* ὑμῖν γὰρ ἐδόθη χάρις, πρεσβεύειν ὑπὲρ ἡμῶν.
*

Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
κορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι μάρτυρες, οἵτινες διαφόρους αἰκισμούς, παθημάτων ὑπομείναντες, τῶν τυράννων τὰ θράση κατηδαφίσατε* ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε* ὅθεν καὶ παρρησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
μνήσθην τοῦ προφήτου βοῶντος* Ἐγὼ εἰμι γῆ καὶ σποδὸς* καὶ πάλιν κατενόησα ἐν τοῖς μνήμασι, καὶ εἶδον τὰ ὀστᾶ τὰ γεγυμνωμένα, καὶ εἶπον* Ἆρα τίς ἐστι βασιλεύς, ἤ στρατιώτης, ἤ πλούσιος, ἤ πένης, ἤ δίκαιος, ἤ ἁμαρτωλός; Ἀλλὰ ἀνάπαυσον Κύριε, μετὰ δικαίων τοὺς δούλους σου, ὡς φιλάνθρωπος.
Καὶ νῦν. Θεοτοκίον
ν τῇ Εὐθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης εἰκὼν διεγράφη ποτὲ* ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος* ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος* τότε τὸν βυθὸν ἐπέζευσεν ἁβρόχως Ἰσραὴλ* νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν, ἀσπόρως ἡ Παρθένος* ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραὴλ ἔμεινεν ἄβατος* ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν καὶ προών, καὶ φανείς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

ΗΧΟΣ ΠΛ. Β’
            Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Ο
ἱ μάρτυρές σου, Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου* ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.
*

Στίχ. Γενηθήτω τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Ο
ἱ μαρτυρήσαντες διὰ σέ, Χριστέ, πολλὰς βασάνους ὑπέμειναν* πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.
*
           
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ο
ἱ ἀθλοφόροι μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
*
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
 σταυρός σου Κύριε, τοῖς μάρτυσι γέγονεν ὅπλον ἀήττητον* ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ ἐλπίδι τῇ εἰς σὲ ἐνεδυναμοῦντο* αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα* βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με, ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ θεία σου καὶ ζωοποιῷ ἐμπνεύσει. Δυὸ σωτὴρ τοὺς δούλους σου ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς δικαίων ἀνάπαυσον.
Καὶ νῦν. Θεοτοκίον
Τ
ὶς μὴ μακαρίσει σε, παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

ΗΧΟΣ  ΒΑΡΥΣ
Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Δ
όξα σοι Χριστὲ ὁ Θεός, ἀποστόλων καύχημα, μαρτύρων ἀγαλλίαμα* ὦν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.
*

Στίχ. Γενηθήτω τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
γιοι μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
*
           
Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Κ
αταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρ’ αὐτοῦ ἐκομίσασθε* ἀλλ’ ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τάς ψυχὰς ἡμῶν σώσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.

*
            Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Π
ανεύφημοι μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Χριστῷ, ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ’ οὐρανὸς ὑπεδέξατο. Ἀγγέλων συμμέτοχοι γεγόνατε* μεθ’ ὧν ἱκετεύσατε δεόμεθα, τῷ σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
νάπαυσον σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας* Κύριε δόξα σοι.

Καὶ νῦν. Θεοτοκίον
Μ
ήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν* καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται* παραδόξου γὰρ οὔσης τῆς συλλήψεως ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυήσεως* ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διὸ σὲ πάντες μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά  σου ἐκτενῶς* πρέσβευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΗΧΟΣ  ΠΛ. Δ’
            Στίχ. Ἐκ βαθέων ἐκέκραξά σοι Κύριε* Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.
Μ
άρτυρες Κυρίου, πάντα τόπον ἁγιάζετε, καὶ πᾶσαν νόσον θεραπεύετε* καὶ νῦν πρεσβεύσατε, ῥυσθῆναι τῶν παγίδων τοῦ ἐχθροῦ, τάς ψυχὰς ἡμῶν δεόμεθα.
*
           
Στίχ. Γενηθήτω τὰ ὧτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.
Μ
άρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεὸν ἡμῶν, καὶ αἰτήσασθε ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.
*

Στίχ. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.
Ο
ἱ μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν* ὅθεν καὶ ἀγγέλοις συνα-γάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
*
Στίχ. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε* ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.
Ε
ἲ τις ἀρετή, καὶ εἲ τις ἔπαινος, πρέπει τοῖς ἁγίοις* ξίφεσι γὰρ ἔκλιναν τοὺς αὐχένας, διὰ σὲ τὸν κλίναντα οὐρανοὺς καὶ καταβάντα* ἐξέχεαν τὸ αἷμα αὐτῶν, διὰ σὲ τὸν κενώσαντα ἑαυτόν, καὶ μορφὴν δούλου λαβόντα* ἐταπεινώθησαν ἕως θανάτου, τὴν πτωχείαν σου μιμούμενοι. Ὧν ταῖς εὐχαῖς, κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὁ Θεὸς ἐλέησον ἡμᾶς.
Δόξα. Νεκρώσιμον τοῦ Δαμασκηνοῦ.
Θ
ρηνῶ καὶ ὀδύρομαι, ὅταν ἐννοήσω τὸν θάνατον, καὶ ἴδω ἐν τοῖς τάφοις κειμένην τὴν κατ’ εἰκόνα Θεοῦ, πλασθεῐσαν ἡμῖν ὡραιότητα, ἄμορφον, ἄδοξον, μὴ ἔχουσαν εἶδος* ὢ τοῦ θαύματος! Τὶ τὸ περὶ ἡμᾶς τοῦτο γέγονεν μυστήριον; Πῶς παρεδόθημεν τῇ φθορᾷ; Πῶς συνεζεύχθημεν τῷ θανάτῳ; ὄντως Θεοῦ προστάξει, ὡς γέγραπται* τοῦ παρέχοντος τοῖς μετάστασι τὴν ἀνάπαυσιν.
Καὶ νῦν. Θεοτοκίον
 βασιλεὺς τῶν οὐρανῶν διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη* ἐκ παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως* εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ’ οὐ τὴν ὑπόστασιν. Διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολο-γοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν* ὃν ἱκέτευε μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                             

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου